De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

3 οἷον οὑν τοῖς κολυμβηταῖς ἔνιοι πρὸς τὴν ἀναπνοὴν ὄργανα πορίζονται, ἵνα πολὺν χρόνον ἐν τῇ θαλάττῃ μένοντες ἕλκωσιν ἔξωθεν το ὑγροῦ διὰ

53
τοῦ ὀργάνου τὸν ἀέρα, τοιοῦτον ἡ φύσις τὸ τού μυκτῆρος μέγεθος ἐποίησε τοῖς ἐλέφοασιν. διόπερ ἀναπτνέουσιν ἄραντες ἄνω διὰ τοῦ ῦδατος τὸν μυκτὴρα, ἄν ποτε ποιῶνται διʼ ὑγρὸν τὴν πορείαν· καθάπερ γὰρ εἴπομεν, μυκτήρ ἐστιν ἡ προβοσκὶς τοῖς ἐλέφοασιν.

ἐπεὶ δʼ ἀδύνατον ἦν εἶναι τὸν μυκτῆρα τοιοῦτον 4 μὴ μαλακὸν ὄντα μηδὲ κάμπτεσθαι δυνάμενον (ἐνεπόδιζε γὰρ ἄν τῷ μήκει πρὸς τὸ λαβεῖν τὴν θύραθεν τροφήν, καθάπερ φασὶ τὰ κέρατα τοῖς ὀπισθονόμοις βουσίν· καὶ γὰρ ἐκείνους νέμεσθαί φασιν ὑποχωροῦντας παλιμπυγηδόν) ὑπάρξαντος οὑν τοιούτου τού μυκτῆρος, ἡ φύσις παρακαταχρηται, καθάπερ εἴωσθεν, ἐπὶ πλείονα τοῖς αὐτοῖς μορίοις, ἀντὶ τῆς τῶν προσθίων ποδῶν χρείας. τούτους γὰρ τὰ πολυδάκτυλα τῶν τετραπόδων ἀντὶ χειρᾷν ἔχουσιν, ἀλλʼ οὐ μόνον ἕνεχʼ ὑποστάσεως τοῦ βάρους· οἱ δʼ ἐλέφαντες τῶν πολυδακτύλων εἰσί, καὶ οὔτε διχαλοὺς ἔχουσιν οὔτε μώνυχας τοὺς πτόδας· ἐπεὶ δὲ τὸ μέγεθος πολὺ καὶ τὸ βάρος τὸ τοῦ σύματος, διὰ τοῦτο μόνον ἐρείσματός εἰσι χάριν, καὶ διὰ τὴν βραδυτῆτα καὶ τὴν ἀφυίαν τῆς κάμψεως σὐ χρήσιμον πρὸς ἄλλο οὐθέν.