De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

14 Βλεφαρίδας δʼ ἐπὶ τῶν βλεφάρων ἔχουσιν ὅσα τρίχας ἔχουσιν, ὄρνιθες δὲ καὶ τῶν φολιδωτῶν οὐδέν· οὐ γὰρ ἔχουσι τρίχας. περὶ γὰρ τοῦ στρουθοῦ τοῦ Λιβυκοῦ τὴν αἰτίαν ὕστερον ἐροῦμεν· τοῦτο γὰρ ἔχει βλεφαρίδας τὸ ζῷον. καὶ τῶν ἐχόντων τρέχας ἐπʼ ἀμφότερα οἱ ἄνθρωποι μόνον ἔχουσιν. τὰ γὰρ τετράποδα τν ζῴων ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἀλλʼ ἐν τοῖς πρανέσι μᾶλλον· οἱ δʼ ἄνθρωποι τοὐναντίον ἐν τοῖς ὑπτίοις μἀλλον ἢ ἐν τοῖς πρανέσιν. σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μἀλλον τῆς σκέπης, τὰ δὲ πρόσθια τιμιωτερα μέν, ἀλλὰ λεάζει διὰ τὴν κάμψιν· τοῖς δʼ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τού βελτίονός ἐστιν.

2 καὶ διὰ τοῦτο τῶν τετραπόδωον οὐθὲν οὔτε βλεφαρίδα ἔχει τὴν κάτωθεν, ἀλλʼ ὑπὸ τοῦτο τὸ βλέφαρον ἐνίοις παραφύονται μαναὶ τρίχες, οὔτʼ ἐν ταῖς μασχάλαις

51
οὔτʼ ἐπὶ τῆς ἥβης, ὥσπερ τοῖς ἀνθρώποις ἀλλʼ ἀντὶ τούτων τὰ μὲν καθʼ ὅλον τὸ σῶμα πρανὲς δεδάσυνται ταῖς θριξίν, οἷον τὸ τῶν κυνῶν γένος, τὰ δὲ λοφιὰν ἔχει, καθάπερ ἵπποι καὶ τὰ τοιαύῦτα τῶν ζῴων, τὰ δὲ χαίτην, ὥσπερ ὸ ἄρρην λέωυ.

ἔτι δʼ ὅσα κέρκους 3 ἔχει μῆκος ἐχούσας, καὶ ταύτας ἐπικεκόσμηκεν ἡ φύσις θριξί, τοῖς μὲν μικρὸν ἔχουσι τὸν στόλον μακραῖς, ὥσπερ τοῖς ἕπποις, τοῖς δὲ μακρὸν βραχείαις, καὶ κατὰ τὴν τοῦ ἄλλου σήματος φύσιν · πανταχοῦ γὰρ ἀποδίὅωσι λαβούσα ἑτέρωσθεν πρὸς ἄλλο μὸριον. ὅσοις δὲ τὸ σάμα ὅασύ λίαν πεποίηκε, τούτοις ἐνδεῶς ἔχει τὰ περὶ τὴν κέρκον, οἷον ἐπὶ τῶν ἄρκτων συμβέβηκεν.

τὴν δὲ κεφαλὴν ἅνθρωπός ἐστι 4 τῶν ζῴων δασύτατον, ἐξ ἀνάγκης μὲν διὰ τὴν ὑγρότητα τού ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς (ὅπου γὰρ ὑγρὸν καὶ θερμὸν πλεῖστον, ἐνταῦθʼ ἀναγκαῖον πλείστην εἶναι τὴν ἔκφυσιν), ἕνεκεν δὲ βοηθείας, ὅπωος σκεπάζωσι φυλάττουσαι τὰς ὑπερβολὰς τού τε ψύχους καὶ τῆς ἀλέας. πλεῖστος δʼ ὤν καὶ ὑγρότατος ὁ τῶν ἀνθρύπων ἐγκέφαλος πλείστης καὶ της φυλακῆς δεῖται· τὸ γὰρ ὑγρὸτατον καὶ ζεῖ καὶ ψύχεται μάλιστα , τὸ δ᾿  ἐναντίως ἔχον ἀπαθέστερὸν ἐστιν.

ἀλλὰ περὶ μὲν τούτων παρεκβῆναι συμβέβηκεν ἐχομένοις 5 τῆς περὶ τὰς βλεφαρίδας αἰτίας, διὰ τὴν συγγένειαν αὐτῶν, ὥστε περὶ τν λοιπῶν ἐν τοῖς οἰκείοις καιροῖς ἀποδοτέον τὴν μνείαν.