De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

9 ἔχει δʼ ἐν τᾧ ἔμπροσθεν τὸν ἐγκέφαλον πάντα τὰ ἔχοντα τούτο τὸ μόριον, διὰ τὸ ἔμπροσθεν εἶναι ἑο ὅ αἰσθάνεται, τὴν δʼ αἴσθησιν ἀπὸ τῆς καρδίας, ταύτην δʼ εἶναι ἐν τσῖς ἔμπροσθεν, καὶ τὸ αίσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεσθαι μορίων, φλεβῶν δʼ εἶναι κενὸν τὸ ὄπισθεν κύτος. τέτακται δὲ τὸν τρόπον τοῦτον τὰ αὐσθητήρια τῇ φύσει καλῶς, τὰ

47
μὲν τῆς ἀκοῆς ἐπὶ μέσης τῆς περιφερείας (ἀκούει, γὰρ οὐ μόνον κατʼ εὐθυωρίαν ἀλλὰ πάντοθεν), ἡ δʼ ὄψις εἰς τὸ ἔμπροσθεν (ὁρᾷ γὰρ κατʼ εὐθυωρίαν, ἡ δὲ κίνησις εἰς τὸ ἔμπροσθεν, προορᾶν δὲ δεῖ ἐφʼ ὃ ἡ κίνησις). ἡ δὲ τῆς ὀσφρήσεως μεταξὺ τῶν ὀμμάτων εὐλόγως. διπλοῦν μὲν γάρ ἐστιν ἕκαστον τῶν αἰσθητηρίων διὰ τὸ διπλοῦν εἶναι τὸ σῶμα, τὸ μὲν δεξιὸν τὸ δʼ ἀριστερόν.