De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

δῆλον τοίνυν 24 ὅτι καὶ ἡ σὰρξ τὸν αὐτὸν τρόπον ἐστί, καὶ τῶν ἄλλων τῶν τοιούτων μορίῶν ἕκαστον. σἴτιον δὲ τοῦ μὴ ἐλθεῖν τοὺς προγενεστέρους ἐπὶ τὸν τρόπον τοῦτον, ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ ὁρίσασθαι τὴν οὐσίαν οὐκ ἦν, ἀλλʼ ἥψατο μὲν Δημόκριτος πρῶτος, ὡς οὐκ ἀναγκαίου δὲ τῇ φυσικῇ θεωρίᾳ, ἀλλʼ ἐκφερόμενος ὑπʼ αὐτοῦ τοῦ πράγματος· ἐπὶ Σωκράτους δὲ τοῦτο μὲν ηὐξήθη, τὸ δὲ ζητεῖν τὰ περὶ φύσεως ἔληξε, πρὸς δὲ τὴν χρήσιμον ἀρετὴν καὶ τὴν πολιτικὴν ἀπέκλιναν οἱ φιλοσοφοῦντες.

δεικτέον δʼ οὕτως, οἷον ὅτι 25 ἔστι μὲν ἡ ἀναπνοὴ τουδὶ χάριν, τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης. ἡ δʼ ἀνάγκη ὁτὲ μὲν σημαίνει ὅτι εἰ ἐκεῖνο ἔσται τὸ οὗ ἕνεκα, ταύτα ἀνάγκη ἐστὶν ἔχειν, ὁτὲ δʼ ὅτι ἔστιν οὕτως ἔχοντα καὶ πεφυκότα. τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον, τὸν δʼ ἀέρα εἰσρεῖν. τοῦτο δʼ ἤδη ἀναγκαῖόν [*](b) ἐστιν. τού ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τού θύραθεν ἀέρος ἡ εἴσοδος καὶ ἡ ἔξοδσς ὁ μὲν οὖν τρόπος οὗτος ὁ τῆς μεθόδου, καὶ περὶ ὧν δεῖ λαβεῖν τὰς αἰτίας, ταύτα καὶ τοιαῦτά ἐστιν.