Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Φασὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες ἰχθύας τινὰς μένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι, καὶ βαδίζειν ἐπὶ τῶν πτερύγων, καὶ ἀνακινεῖν τὴν οὐράν· καὶ ὅταν διώκωνται, φεύγειν καὶ εἰσδύντας ἀντιπροσώπως ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ, τὸ δὲ ἄλλο σῶμα κωβιῷ, βραγχία δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες.