Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Λέγεται περὶ τὰ Τύανα ὓδωρ εἶναι ὁρκίου Διός (καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον), οὗ πηγὴ ἀναδίδοται πάνυ ψυχρά. παφλάζει δὲ ὥσπερ οἱ λέβητες. Τοῦτο εὐόρκοις μὲν ἡδύ τε καὶ ἳλεων, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη. Ἀποσκήπτει γὰρ καὶ εἰς ὀφθαλμοὺς καὶ εἰς χεῖρας καὶ ες πόδας, ἁλίσκονταί τε ὑδέροις καὶ φθόαις· καὶ οὐδὲ πρόσθεν ἀπελθεῖν δυνατόν, ἀλλ’ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι, ὁμολογοῦντες ἃ ἐπιώρκησαν.

Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρα μιᾷ βλαστῆσαι καὶ πλείονα γενέσθαι, ταχύ δὲ αὗ πάλιν συστέλλεσθαι.

Τῶν ἐν Αἲτνῃ κρατήραων ἀναρραγέντων καὶ ἀνὰ τὴν γῆν φερομένων ἔνθα καὶ ἔνθα χειμάρρου δίκην, τὸ τῶν εὐσεβῶν γένος ἐτίμησε τὸ δαιμόνιον. Περικαταληφθέντων γὰρ ὑπὸ

τοῦ ῥεύματος διὰ τὸ βαστάζειν γέροντας ἐπὶ τῶν ὥμων γονεῖς καὶ σώζειν, πλησίον αὠτῶν γενόμενον τὸ τοῦ πυρὸς ῥεῦμα ἐξεσχίσθη, παρέτρεψέ τε τοῦ φλογμοῦ τὸ μὲν ἔνθα τὸ δὲ ἔνθα, καὶ ἐτήρησεν ἀβλαβεῖς ἃμα τοῖς γονεῦσι τοὺς νεανίσκους.