Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἐν δὲ Ἀπολλωνίᾳ τῇ πλησίον κειμένῃ τῆς τῶν Ἀτλαντίνων χώρας φασὶ γίγνεσθαι ἄσφαλτον ὀρυκτὴν καὶ πίσσαν, τὸν αὐτὸν τρόπον ἐκ τῆς γῆς ἀναπηδῶσαν τοῖς ὕδασιν, οὐδὲν διαφέρουσαν τῆς Μακεδονικῆς, μελαντέραν δὲ καὶ παχυτέραν πεφυκέναι ἐκ\είνης. Οὐ πόρρω δὲ τούτου τοῦ χωρίου πῦρ ἐστὶ καιόμενον πάντα τὸν χρόνον, ὡς φασὶν οἱ κατοικοῦντες περὶ τὴν χώραν ἐκείνην.

Ὀ δὲ καιόμενος τόπος ἐστὶν οὐ πολύς, ὡς ἔοικεν, ἀλλ᾿ ὅσον μάλιστα πεντακλίνου τὸ μέγεθος. Ὄζει δὲ θείου καὶ στυπτηρίας, καὶ πέφυκε περὶ αὐτὸν πόα τε βαθεῖα, ὃ καὶ θαυμάσειεν ἄν τις μάλιστα, καὶ δένδρα μεγάλα, οὐκ ἀπέχοντα τοῦ πυρὸς πήχεις τέσσαρας. Καίεται δὲ συνεχῶς περὶ Λυκίαν καὶ Μεγάλην πόλιν τὴν ἐν Πελοποννήσῳ.

Λέγεται δὲ καὶ ἐν Ιλλυριοῖς τίκτειν τὰ βοσκήματα δὶς τοῦ ἐνιαυτοῦ, καὶ τὰ πλεῖστα διδυμοτοκεῖν, καὶ πολλὰ τρεῖς ἢ τέσσαρας ἐρίφους τίκτειν, ἕνια δὲ καὶ πέντε καὶ πλείους, ἔτι δὲ γάλακτος ἀφιέναι ῥᾳδίως τρία ἡμίχοα. Λέγουσι δὲ καὶ τὰς ἀλεκτορίδας οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἅπαξ τίκτειν, ἀλλὰ δὶς ἢ τρὶς τῆς ἡμέρας.

Λέγεται δὲ καὶ ἐν Παιονίᾳ τοὺς βοῦς τούς ἀγρίους πολὺ μεγίστους ἁπάντων τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι γίγνεσθαι, καὶ τὰ κέρατα αὐτῶν χαωρεῖν τέσσαρας χόας, ἐνίων δὲ καὶ πλεῖον.