Meteorologica

Aristotle

Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919

1 Ἐπεὶ δὲ τέτταρα αἴτια διώρισται τῶν στοιχείων, τούτων δὲ κατὰ συζυγίας καὶ τὰ στοιχεῖα τέτταρα συμβέβηκεν εἶναι, ὧν τὰ μὲν δύο ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὰ δὲ δύο παθητικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν· ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς· φαίνεται γὰρ ἐν πᾶσιν [*](31 ἢ (ante δρόσος) om. E 𝔚 Frec. Ol ‖ ὅταν] οταν δ᾿  ‖ 32 ἀποκριθῆ H N ‖ ἔστι μὲν ὡς] εστιν μεν ταυτα εστιν ὡς E1; ταῦτα ἔστι μὲν ὡς 𝔚; ἔστι μὲν 1 ἔστιν ὡς Ol ‖ 33 ταῦτα om. Ε1 𝔚: ταυ Ecorr. ‖ ἦν om. Η Ol: ἐστὶ Ν ‖ 34 γινομένου Ν ‖ τι πάθος] το πάθος E: τὸ βάθος Ol 378 b 1 οὐδὲ scripsi: οὐ Ε 𝔚: οὔτε cet. ‖ 2 παγήσης E1 ‖ 3 ξηρὰν — ἀναθυμίασιν (4) om. H1 Ν1 ‖ 5 αὐτῶν ἁπάντων] πάντων Ε 𝔚: de H incertum; πάντων αὐτῶν Ald. ‖ σκεπτέον ex κεπτέον corr. N1: deest codex H: ἐπισκεπτέον E 𝔚 (Ap) ‖ 6 ἑκάστου γένους 𝔙corr. Ν: deest codex H ‖ αρισ. μεορο γ E1: αρισ. μεωρο γ corr. E1: τέλος τοῦ γ των μετεωρολογικῶν 𝔙rec.) [*](Adhibiti codices J F 𝔐 𝔙 (in quo vv. 390 b 21—22 (οἶον — τοιαῦτα) desiderantur) H Ν Ε 𝔚.) [*](Inscriptio: ἀριστοτέλους μετεωρολογικῶν δ J; μετε |ρολο| γικῶν δ (marg. m. 1) F; Ἀριστο μετεωρολογικῶν, τέταρτον 𝔐; Ἀλεξάνδρου ἀφροδισιέως εἰς τὸ ·Δ· τῶν ἀριστ μετεωρολογικῶν (m. rec.) 𝔙; αριστοτέλους μετεωρολογικῶν τεταρτον Η; αριστοτε μετεώρων, δ N; ἀριστοτέλους μετεωρολογικῶν δ E; ἀριστοτελους, μετεωρολογικῶν. τεταρτ 𝔚 ‖ p, 378 b, v. 1Ο ωρισται αιτια E1; τὰ αἴτια διώρισται Ecorr. 𝔚 Al O: διώρισται Ol: διώρισται αἴτια Ald. ‖ 11 συζυγίαν H N: τὰς συζυγίας E ‖ 12 τὸ (post καὶ) ex ποιητικὸν corr. Ν1 ‖ 13 παθητικά] παθητικα και E ὑγρουν E1 ‖ 14 πᾶσιν] ἅπασιν 𝔚)

120
ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι τὰ θ᾿  ὁμογενῆ καὶ τὰ μὴ ὁμογενῆ, καὶ ὑγραίνουσαι καὶ ξηραίνουσαι καὶ σκληρύνουσαι καὶ μαλάττουσαι, τὰ δὲ ξηρὰ καὶ ὑγρὰ ὁριζόμενα καὶ τἆλλα τὰ εἰρημένα πάθη πάσχοντα αὐτά τε καθ᾿  αὑτὰ καὶ ὅσα κοινὰ ἐξ ἀμφοῖν σώματα συνέστηκεν· ἔτι δ᾿  ἐκ τῶν λόγων δῆλον, οἷς ὁριζόμεθα τὰς φύσεις αὐτῶν· τὸ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν ὡς ποιητικὰ λέγομεν (τὸ γὰρ συγκριτικὸν ὥσπερ ποιητικόν τὶ ἐστι), τὸ δὲ ὑγρὸν καὶ ξηρὸν παθητικόν (τὸ γὰρ εὐόριστον καὶ δυσόριστον τῷ πάσχειν τι λέγεται τὴν φύσιν αὐτῶν)· ὅτι μὲν οὖν τὰ μὲν ποιητικὰ τὰ δὲ παθητικά, φανερόν· διωρισμένων δὲ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη. πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεών ἐστιν ἔργον, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν. αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν. ἔστι δ᾿  ἡ ἁπλῆ καὶ ἡ φυσικὴ γένεσις μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον, ἐκ τῆς ὑποκειμένης ὕλης ἐκάστῃ φύσει· αὗται δ᾿  εἰσὶν αἱ εἰρημέναι δυνάμεις παθητικαί. γεννῶσι δὲ τὸ θερμὸν καὶ ψυχρὸν κρατοῦντα τῆς ὕλης· [*](379a) ὅταν δὲ μὴ κρατῇ, κατὰ μέρος μὲν μόλυνσις καὶ ἀπεψία γίγνεται. τῇ δ᾿  ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις· πᾶσα γὰρ ἡ κατὰ φύσιν φθορὰ εἰς τοῦθ᾿  ὁδός ἐστιν, [*](15 μὲν om. 𝔚 ‖ ψυχρότης] ἡ ψυχρότης 𝔚 ‖ 16 θ᾿  om. Ε 𝔚 ‖ καὶ τὰ μὴ ὁμογενῆ supra add. E1 ‖ 17 καὶ ξηραίνουσαι — δὲ (18) marg. in ras. 𝔙1 ‖ σκληραίνουσαι J F 𝔐 𝔙1 ‖ 20 κοινὰ om. 𝔚 ‖ ἐξ ex εεξ corr. E1 ‖ ὅτι Ν ‖ 22 ψυχρὸν] τὸ ψυχρὸν H Ν ‖ γὰρ μὲν γὰρ H ‖ 23 ὅπερ E ‖ τί om. 𝔐 𝔙1 F ‖ παθητικά J H Ν 𝔚 ‖ 24 εὐάριστον E1 ‖ καὶ δυσόριστον om. E ‖  τῷ] τὸ Ν ‖ λέγετε Ε1 ‖ 26 διωρισμένων ex διωρισμέναν corr. 𝔙1 ‖ 27 αὐτῶν αἷς] ApWB: αὐτῶν ἃς H Ν ApI: οὕτως Ol ‖ 30 φορὰ E 31 ζῴοις] τοῖς ζῴοις H 𝔚 A1 Ol ‖ 32 ἡ (ante ἁπλῆ)] om. Ol ‖ ἡ (post καὶ) om. Ε 𝔚 F Ap Ol ‖ μεταβολὴ supra add. Ε1 ‖ 379 a 1 καὶ om. F1; καὶ τὸ supra add. F1 ‖ 2 μώλυσις E1 ‖ 3 γίνεται (-ε- in ras.) 𝔚 ‖ ἁπλῆ —σαπρότης (6) in scheda resarta add. (1 ut videtur) ‖ ἐναντίον] ἐναντίονα E1 ‖ σῆψις ex σῆψις ἐὰν μὴ corr. 4 πᾶσα —ἐστιν (8) interclusionem distinguit Th. ‖ ἡ κατὰ] ο (sequitur rasura 4 litt.) Η εἰς —ἐστιν post ἄβανσις (sic enim, 5) coll. Ν)
121
οἷον γῆρας καὶ αὔανσις. τέλος δὲ πάντων τῶν ἄλλων τούτων σαπρότης, ἐὰν μή τι βίᾳ φθαρῇ τῶν φύσει συνεστώτων· ἔστιν γὰρ καὶ σάρκα καὶ ὀστοῦν καὶ ὁτιοῦν κατακαῦσαι, ὧν τὸ τέλος τῆς κατὰ φύσιν φθορᾶς σῆψίς ἐστιν. διὸ ὑγρὰ πρῶτον, εἶτα ξηρὰ τέλος γίγνεται τὰ σηπόμενα· ἐκ τούτων γὰρ ἐγένετο, καὶ ὡρίσθη τῷ ὑγρῷ τὸ ξηρὸν ἐργαζομένων τῶν ποιητικῶν. γίγνεται δ᾿  ἡ φθορὰ ὅταν κρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον. (οὐ μὴν ἀλλ᾿  ἰδίως γε λέγεται σῆψις ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ τῆς φύσεως.) διὸ καὶ σήπεται πάντα τἆλλα πλὴν πυρός· καὶ γὰρ γῆ καὶ ὕδωρ καὶ ἀὴρ σήπεται· πάντα γὰρ ὕλη τῷ πυρί ἐστι ταῦτα. σῆψις δ᾿  ἐστὶν φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπ᾿  ἀλλοτρίας θερμότητος· αὕτη δ᾿  ἐστὶν ἡ τοῦ περιέχοντος. ὥστε ἐπεὶ κατ᾿  ἔνδειαν πάσχει θερμοῦ, ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας. διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίγνεται τὰ σηπόμενα πάντα, καὶ τέλος γῆ καὶ κόπρος· ἐξιόντος γὰρ τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται τὸ κατὰ φύσιν ὑγρόν, καὶ τὸ σπῶν τὴν ὑγρότητα οὐκ ἔστιν· ἐπάγει γὰρ ἕλκουσα [*](5 δὲ πάντων τῶν ἄλλων τούτων] γὰρ τῶν ἄλλων ἁπάντων E1; γὰρ τούτων ἁπάντων Ecorr. 𝔚: enim horum cunctorum Henricus; δὲ τῶν ἄλλων ἁπάντων Bk. ‖ 6 απρότης E1: ἡ σαπρότης Ecorr. 𝔚 ‖ ἂν 𝔚 ‖ μή τι] μὴ E: μή τε Η (si recte Bk.) ‖ post φθαρῇ virgulam ponit Th. ‖ 7 ὁτιοῦν ex ὅτι corr. 𝔙rec. F1 ‖ 8 ἐστὶ σῆψις F: σῆψις δή (ut videtur) ἐστιν Ν1 ‖ 9 τελείως Ecorr. 𝔚: ad ultimum Henricus ‖ ἐκ ex καὶ ἐκ corr. 𝔙 ‖ 10 γὰρ om. 𝔙1 ‖ ἐγίνετο 𝔚 τῷ ὑγρῷ τῷ ξηρῷ 𝔙1; τὸ ὑγρὸν τῷ ξηρῷ 𝔚 ‖ ἐργαζομένων τοῦτο corr. Ε1 ‖ 12 οὐ —φύσεως (14) interclusionem distinxit Th. ‖ γε om. E 𝔙 F Ν Henricus 13 σῆψις] ἡ σῆψις E1( ut videtur) 𝔚 ‖ 14 πάντα τἆλλα] Ap: τἆλλα πάντα F H Ν 𝔚: ἀλλὰ Ol ‖ 15 γῆ] δὴ E ‖ 17 καὶ om. J F1 𝔙1 ‖ 19 ἐπεὶ ex ἐπὶ corr. Ε1 ‖ ἔνδειαν ex ἔνενδαν corr. Ε1 ‖ 19—2Ο ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν] ἡ δὲ ἐνδεὲς τοιαύτης (ut videtur) δυνάμε ψυχρὸν πᾶν E1: ἐνδεὲς τὂν (ut videtur) τοιαύτης δυνάμεως ψυχρὸν πᾶν corr, E1; τὸ(ᾖ I; cf. καθὸ p) δὲ ἐνδεὲς τοιαύτης (τῆς τοιαύτης B) δυνάμεως ψυχρὸν πᾶν 𝔚 Ac; πᾶν δὲ ὂν τοιαύτης δυνάμεως ἐνδεὲς ψυχρὸν corr. H: cum sit indigens talis virtutis algidum omne Henricus ‖ 20 post εἴη in 𝔙 ras. 2 litt. ‖ 21 σῆψις]  ἡ σῆψις 𝔚 ‖ 22 γὰρ τοῦτο Ν: τοῦτο δὲ 𝔙 24 συνεξατμίζει Ε 𝔚 (Ap): simul exalatur Henricus ‖ 25 σπῶν] ἐπάξον E1 𝔚: (ἐπισπασόμενον Ap): inducens Henricus ‖ οὐκ] ου.κειτ E1; οὐκέτ᾿  Ald.)
122
ἡ οἰκεία θερμότης. καὶ ἐν τοῖς ψύχεσι δ᾿  ἧττον σήπεται ἢ ἐν ταῖς ἀλέαις (ἐν μὲν γὰρ τῷ χειμῶνι ὀλίγον ἐν τῷ περιέχοντι ἀέρι καὶ ὕδατι τὸ θερμόν, ὥστ᾿  οὐδὲν ἰσχύει, ἐν δὲ τῷ θέρει πλέον)· καὶ οὔτε τὸ πεπηγός (μᾶλλον γὰρ ψυχρὸν ἢ ὁ ἀὴρ θερμόν· οὔκουν κρατεῖται, τὸ δὲ κινοῦν κρατεῖ) οὔτε τὸ ζέον ἢ θερμὸν (ἐλάττων γὰρ ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πράγματι, ὥστ᾿  οὐ κρατεῖ οὐδὲ ποιεῖ μεταβολὴν οὐδεμίαν). ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος· ἀσθενεστέρα γὰρ γίγνεται ἡ ὑπὸ τῆς ἐν τῷ ἀέρι θερμότητος κίνησις τῆς ἐν τῷ πράγματι προϋπαρχούσης, ὥστε οὐδὲν ποιεῖ μεταβάλλειν, [*](379b) ἡ δ᾿  αὐτὴ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου σήπεσθαι· ἐν γὰρ τῷ πλέονι πλέον ἐστὶν πῦρ οἰκεῖον καὶ ψυχρὸν ἢ ὥστε κρατεῖν τὰς ἐν τῷ περιεστῶτι δυνάμεις. διὸ ἡ θάλαττα κατὰ μέρος μὲν διαιρουμένη ταχὺ σήπεται, ἅπασα δ᾿  οὔ, καὶ τἆλλα ὕδατα ὡσαύτως. καὶ ζῷα ἐγγίγνεται τοῖς σηπομένοις διὰ τὸ τὴν ἀποκεκριμένην θερμότητα φυσικὴν οὖσαν συνιστάναι τὰ ἐκκριθέντα. τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται.

2 λοιπὸν δ᾿  εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη. ἔστι δὴ θερμοῦ μὲν πέψις, πέψεως δὲ πέπανσις, ἕψησις, [*](non Henricus ‖ ἔσται F ‖ 26 καὶ om. 𝔐: ex corr. F ‖ ταῖς 𝔚 ‖ δ  del. F1 27 ἀλέοις Ν ‖ 28 ἀέρι supra add. Ε1 ‖ 29 θέρι Ν ‖ 30 θερμός J F 𝔐 𝔙 Nrec.: calidus Henricus ‖ -ται- — κρατεῖ (31) supra et in marg. add. E1 31 τὸ supra add. E1 ‖ ζέον] -ε- ex corr. E1) ‖ ἔλάττον 𝔚 ‖ 32 οὐ] οὐδὲ Ν ‖ 33 μίαν E1 ‖ μοίως Ν1 ‖ δὴ Ν ‖ ῥέον] τὸ ῥέον Ol: ex ῥέον καὶ corr. E1: sequitur in F rasura unius litt. ‖ 34 τοῦ ex τὸ corr. E1 ‖ γείνεται E1 ‖ 379 b2 ἡ ex εἰ corr. F ‖ 3 πλέον] πλιον E1 ‖ οἰκεῖον ex οικιον corr. E1 ‖ ἢ om. Ε 𝔚: quam Henricus ‖ 4 κρατεῖ E: καὶ κρατεῖν 𝔚 ‖ περιέχοντι Fvar. H Ν ‖ διὸ] διὸ καὶ F ‖ θάλασσα Ε 𝔚 ‖ 5 διαιρουμέν- om. E1  ‖ 6 ὕδατα] δ᾿  𝔚 ‖ ἐνγίγνεται E: ἐγγίνεται ἐν 𝔚 ‖ 7 ἀποκρινομένην E( post ι ras. 2 litt.) 𝔚 Ap; ex ἀποκριμένην corr. F1; ἀποκεκρυμένην N: disgregans Henricus ‖ 8 post οὖσαν in 𝔙 ras. 8 litt. ‖ συνεστάναι H Ν incipit cap. alterum in editione Eras. III ‖ ἐστι om. H Ν ‖ γένος N 9 τί] Al: τίς E1: om. H Ν Ol ‖ 10 ὅσα] οις (ut videtur) E1 ‖ εἰρημέναι ex corr. 𝔙1 ‖ 12 δὴ supra add. E1: δὲ Erec. F ‖ μὲν om. J ‖ πέπανσις] (σ prior in ras. E): ex πέπανσις καὶ (ut videtur) corr. F1)

123
ἔτι ὄπτησις· ψυχρότητος δὲ ἀπεψία, ταύτης δὲ ὠμότης, μόλυνσις, στάτευσις. δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, ἀλλ᾿  οὐ κεῖται καθόλου τοῖς ὁμοίοις, ὥστε οὐ ταῦτα ἀλλὰ τοιαῦτα δεῖ νομίζειν εἶναι τὰ εἰρημένα εἴδη. εἴπωμεν δ᾿  αὐτῶν ἕκαστον τί ἐστιν. πέψις μὲν οὖν ἐστιν τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν· ταῦτα δ᾿  ἐστὶν ἡ οἰκεία ἑκάστῳ ὕλη. ὅταν γὰρ πεφθῇ, τετελείωταί τε καὶ γέγονεν. καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος τῆς οἰκείας συμβαίνει, κἂν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ, οἷον ἡ τροφὴ συμπέττεται καὶ διὰ λουτρῶν καὶ δι᾿  ἄλλων τοιούτων· ἀλλ᾿  ἥ γε ἀρχὴ ἡ ἐν αὐτῷ θερμότης ἐστίν. τὸ δὲ τέλος τοῖς μὲν ἡ φύσις ἐστίν, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δὲ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως, ὅταν τοιονδὶ γένηται καὶ τοσονδὶ τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πως θερμαινόμενον· τότε γὰρ χρήσιμόν [*](13 ἔτι om. Ε 𝔚 F1 Ap ‖ δὲ (ante ἀπεψία) om. J H Ν ‖ 14 μώλυνσις J N1( ut videtur): μώλυσις E1 ‖ στάθευσις J Fcorr.m.1 𝔙 Ecorr.m 1 𝔚: τατευσις Ε1 ‖ δὲ supra add. Ε1 ‖ 15—16 ὀνόματα (τοῖς γὰρ πράγμασιν οὐ κεῖται), ἀλλὰ καθόλου τούτοις τε ὁμοίως ci, Th. ‖ 15 ἀλλ᾿  οὐ] οὐ γὰρ Fcorr.m. 1 H Ν Ol: non enim Henricus ‖ 16 τοῖς ὁμοίως J Ε1 𝔚: similibus Henricus ‖ 17 τὰ om. E1 ‖ 18 ὅτι Ecorr.m. 1 𝔚: quid Henricus ‖ πέψις μὲν οὖν] (ante ψ in E ras. unius litt.); ἡ μὲν πέψις F1 ‖ 19 ἐκ in ras.4 litt. E ὑποκειμένων corr. J ‖ παθηματικῶν corr. E1 𝔚1; passionibus Henricus ‖ 20 δ  om. F ‖ ἡ postea add. F1 ‖ ἑκάστῳ Ac: ἐν ἑκάστῳ H N: ἐν ἑκάστῳ εἴδει Frec.: ἑκάστου Ol: ἑκάστη Bk.: singule (materie) Henricus ‖ ὕλη] ἡ ὕλη 𝔙1 ‖ 21 τι καὶ Ecorr. m.1 𝔚: et Henricus ‖ τελειότητος  H N 𝔚 ‖ 22  τῆς om. E 𝔚 Ol ‖ οικιας E1 ‖ συμβαίνει] (-β- in ras. Erec.): συναινεῖ 𝔚:  accidit Henricus ‖ κἂν ex τἂν corr. Ν1 ‖ διά] δή 𝔙 ‖ 23 ἐπιτελεσθῆ 𝔚 ‖ συνπέττεται Ε F Ν: per iter digeritur Henricus: notandum est archetypi lineam (CLASSICAL PHILOLOGY X (1915), 208—11) vocabulis διὰ πορείας compleri potuisse, quorum tamen nullum apud commentatores vestigium ‖ καὶ om. E1; et Henricus λουτρῶν ex λουτρον corr. 𝔙1 ‖ 24 δι᾿  om. E 𝔚: per Henricus ‖ θερμότητος 𝔚 ‖ 25 δὲ (ante τέλος) supra add. F1 ‖ φύσις δὲ — οὐσίαν (26) glossam suspicatur S. -Hilaire: habent Α O ‖ 26 ὡς om. 𝔐 𝔙1 ‖ οὐσία Ν 27 μορφὴν] φύσιν J1 (ut videtur) F1 ‖ τοιονδὶ] AcI: τοιόνδε E1( ut videtur) 𝔚 Η Ν AcWB Ol: τοιοῦτον δὴ F1: τοιονδὶ δὲ λεπτότερον var. F ‖ 28 τοσονδὶ] AcI; τοσόνδε Ecorr. m.1 𝔚 AcWB Ol ‖ ὀπτόμενον F ‖ εψωμενον E ‖ σηπόμενον] Oclp: πεπαινόμενον (in O glossam) ci, Th. ‖ 29 θερμαινόμενον] (-αι- in ras. Erec.))
124
ἐστι καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος καὶ τὰ ἐν τοῖς φύμασιν συνιστάμενα, ὅταν γένηται πύον, καὶ τὸ δάκρυον, ὅταν γένηται λήμη· ὁμοίως δὲ καὶ τἆλλα. συμβαίνει δὲ τοῦτο πάσχειν ἅπασιν, ὅταν κρατηθῇ ἡ ὕλη καὶ ἡ ὑγρότης· αὕτη γάρ ἐστιν ἡ ὁριζομένη ὑπὸ τῆς ἐν τῇ φύσει θερμότητος. ἕως γὰρ ἂν ἐνῇ ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτ᾿  ἐστίν. διὸ καὶ ὑγιείας σημεῖα τὰ τοιαῦτα, καὶ οὖρα καὶ ὑποχωρήσεις [*](380a) καὶ ὅλως τὰ περιττώματα. καὶ λέγεται πεπέφθαι, ὅτι δηλοῖ κρατεῖν τὴν θερμότητα τὴν οἰκείαν τοῦ ἀορίστου. ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι· τοιοῦτον γὰρ ἀποτελεῖ τὸ θερμόν, εὐογκότερον καὶ παχύτερον καὶ ξηρότερον. πέψις μὲν οὖν τοῦτο ἐστίν· ἀπεψία δὲ ἀτέλεια δι᾿  ἔνδειαν τῆς οἰκείας θερμότητος (ἡ δὲ ἔνδεια τῆς θερμότητος ψυχρότης ἐστίν)· ἡ δ᾿  ἀτέλειά ἐστιν τῶν ἀντικειμένων παθητικῶν, ἥπερ ἐστὶν ἑκάστῳ φύσει ὕλη. πέψις μὲν οὖν καὶ ἀπεψία διωρίσθω τοῦτον τὸν τρόπον.

3 πέπανσις δ᾿  ἐστὶν πέψις τις· ἡ γὰρ τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις πέπανσις λέγεται. ἐπεὶ δ᾿  ἡ πέψις τελέωσις, τότε ἡ πέπανσις τελέα ἐστὶν ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον [*](30 φαμέν] μὲν 𝔐 𝔙1 F1: μὲν λέγω Frec. ‖ ὥσπερ] ὥπερ καὶ 𝔚 ‖ 31 συνιστάμενα ὅταν γένηται marg. J1: συνιστάμενα, ὅταν γινηται F: συνιστάμενα ὄντα γένηται 𝔚 ‖ ποιὸν (sic enim) — δάκρυον in ras. J1 ‖ ποιὸν J1( vide supra) 𝔙1 ‖ 35 γὰρ supra add. F1 ‖ ὁ om. J ‖ 380 a 1 σημια E1 ‖ ὑποχωρίσεις J; ὑποχωρησις E1 ‖ 2 καὶ λέγεται om. F1 ‖ πεπέφθαι supra add. E1 ‖ ὅτι] (-τι in ras. Erec.): ὃ 𝔚: quoniam Henricus: ὅταν ci. Th. ‖ 3 οἰκίαν E1 ‖ ἀορίστου] ὑγροῦ Ap; τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ  Op ‖ πεπτόμενα] Ε1; περιττώματα F1 ‖ παχύτερα] (-ερα ex corr. Ν1) θερμότερα εἶναι ex ξηρότερα corr. F1 (ut videtur) ‖ τοιοῦτον — ξηρότερα (sic enim, 5) supra et in marg. add. F1 ‖ 5  εὐογκότερα F: εὐογγότερον Ν: καὶ εὐογκότερον 𝔚: levius Henricus ‖ παχύτερα F ‖ ξηρότερα F ‖ 6 ἀπεψία] (-ι- in ras. Erec.) ‖ ἀτέλεια ex τέλεια corr E1 ‖ ἔνδιαν E1; (-α- ex corr. Jrec.) ‖ 7 ἡ δὲ ἔνδεια τῆς θερμότητος] ο E: indigenciaque caloris Henricus: aut ἡ — ἐστίν (8) interclusionem distinguendam aut ὅ cum E codice legendum censet Τh. ‖ 8 παθητικῶν ex corr. Ν1: παθηματικῶν 𝔚 ‖ 9 εἴπέρ 𝔚 ‖ ἐστιν om. F ‖ ἐκάστου corr. 𝔙: ἐκάστῳ πάθει 𝔚 ‖ ὕλη φύσει Ν ‖ 10 τὸν τρόπον τοῦτον 𝔚: hoc modo Henricus ‖ 11 πέψις ἐστὶν F ‖ τις om. 𝔐 𝔙1 F ‖ τῆς ἐν in ras. 5 litt. 𝔙1: ἐν 𝔐 F 12 τροφῆς πέψις] τῆς τροφῆς F ‖ 13 τελέωσις] Op; in hoc voc. cadit Al; τελείωσίς τις E1 𝔙rec.: τελείωσίς τις ἐστιν Ecorr.m. 1 𝔚: τελείωσις F H Ν ‖ τελια ἐστιν E1: τελεία ἐστίν Erec. 𝔚 𝔙rec. F H Ν: τελείωσίς τις Ol)

125
αὐτό· καὶ γὰρ ἐπὶ τῶν ἄλλων τὸ τέλεον οὕτω λέγομεν. περικαρπίου μὲν οὖν αὕτη πέπανσις, λέγεται δὲ καὶ ἄλλα πολλὰ πέπονα τῶν πεπεμμένων, κατὰ μὲν τὴν αὐτὴν ἰδέαν, μεταφοραῖς δέ, διὰ τὸ μὴ κεῖσθαι, καθάπερ εἴρηται καὶ πρότερον, ὀνόματα καθ᾿  ἑκάστην τελείωσιν περὶ τὰ ὁριζόμενα ὑπὸ τῆς φυσικῆς θερμότητος καὶ ψυχρότητος. ἔστιν δὲ ἡ φυμάτων καὶ φλέγματος καὶ τῶν τοιούτων πέπανσις ἡ ὑπὸ τοῦ φυσικοῦ θερμοῦ τοῦ ἐνόντος ὑγροῦ πέψις· ἀδύνατον γὰρ ὁρίζειν μὴ κρατοῦν. ἐκ μὲν οὖν τῶν πνευματικῶν ὑδατώδη, ἐκ δὲ τῶν τοιούτων τὰ γεηρὰ συνίσταται, καὶ ἐκ λεπτῶν αἰεὶ παχύτερα γίγνεται πεπαινόμενα πάντα. καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο, τὰ δὲ ἐκβάλλει. πέπανσις μὲν οὖν εἴρηται τί ἐστιν· ὠμότης δ᾿  ἐστὶν τὸ ἐναντίον· ἐναντίον δὲ πεπάνσει ἀπεψία τῆς ἐν τῷ περικαρπίῳ τροφῆς· αὕτη δ᾿  ἐστὶν ἡ ἀόριστος ὑγρότης. διὸ ἢ πνευματικὴ ἢ ὑδατώδης ἢ τῶν ἐξ ἀμφοῖν ἐστιν ἡ ὠμότης. ἐπεὶ δ᾿  ἡ πέπανσις τελέωσίς τίς ἐστιν, ἡ ὠμότης ἀτέλεια ἔσται. γίγνεται δ᾿  ἡ ἀτέλεια δι᾿  ἔνδειαν τοῦ φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ ὑγρὸν τὸ πεπαινόμενον. οὐδὲν δὲ ὑγρὸν αὐτὸ καθ᾿  αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ· ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν. συμβαίνει [*](15 τέλιον E1: τέλειον Ecorr. 𝔚 𝔙rec. F ‖ οὕτω] τοιοῦτον F ‖ λέγωμεν J ‖ 16 περικαρπίας 𝔐 𝔙1 (ut videtur): περικαρπίων F ‖ μὲν οὖν] μὲν 𝔚 ‖ αὕτη] αὕτη ἡ 𝔙rec. ‖ 16—17 καὶ ἄλλα πολλὰ πέπονα] (Ap): πέπονα καὶ ἄλλα πολλὰ Jrec. Fcorr. 𝔐 𝔙rec. H Ν: πέπανα καὶ ἄλλα πολλὰ J1 F1 𝔙1: πέπωνα καὶ ἄλλα πολλὰ corr. F ‖ 17 πεπαμμένων E F1: πεπεμένων N ‖ μὲν del. Erec. ἰδέαν] (ι- in ras. Erec.) 18 μεταφορᾷ Ald. κατὰ μεταφορὰν Ap 19 τελείωσιν] τὴν τελείωσιν J F1 𝔐 𝔙 ‖ 20 καὶ ψυχρότητος supra add. E1 ‖ ἔτι δὲ ἐστι ἡ (ἡ supra add. m. 1) F ‖ 21 φλέγματος] Ac: φλεγμάτων Ecorr. m. 1 𝔚: nascenciarum Henricus ‖ 23 μι E1 ‖ οὖν om. F1 ‖ τῶν om. Ε 𝔚 Al Ol ‖ 24 τῶν τοιούτων τὰ] τοιούτων Th. ‖ λεπτῶν] (-πτ- ex corr. 𝔙1) ‖ ἀεὶ J F 𝔐 𝔙 N 𝔐 ‖ 25 πεπενόμενα J1 Ν ‖ 26 ἑαυτὴν 𝔚 ‖ κατὰ] ὅταν τρέφηται κατὰ 𝔐  𝔙 F ‖ ἐκβάλλη 𝔐1(ut videtur) F: ἐκβάλει Ν ‖ 27 τί ἐστιν, εἴρηται H Ν ‖ ἐστὶν om. 𝔚 29 ἡ om. F N1 ‖ ἢ (ante πνευματικὴ)] δὴ Ecorr. 𝔚 ‖ 30 ἐξ supra add. E1 ‖ ἐπεὶ ex ἐπὶ corr. E1 ‖ τελείωσίς Ε 𝔚 H Ν ‖ 31 τί F1 ‖ τελεία J1: ατελια E1 ἔσται] ἐστί 𝔚: erit Henricus ‖ γίνονται 𝔚 ‖ ἡ (post δ᾿ ) om. Ε 𝔚 ‖ ατελια Ε1 ‖ 32 ενδιαν E1 φυσικοῦ] (-ου ex corr. F1) ‖ 33 πεπαινόμενον ex πεπαινώμενον corr. N1 ‖ οὐδὲν — ὑγρῶν (34) post ἄποτοι (380 b 3) coll. Henricus ‖ δὲ ex γὰρ corr. F1 ‖ 34 γὰρ] δ᾿  𝔚: enim Henricus ‖ οὐ παχύνεται om. N ‖ μόνων Fcorr.(ut videtur) m.1 N)
126
δὲ τοῦτο ἢ τῷ τὸ θερμὸν ὀλίγον εἶναι ἢ τῷ τὸ ὁριζόμενον [*](380b) πολὺ· διὸ καὶ λεπτοὶ οἱ χυμοὶ τῶν ὠμῶν, καὶ ψυχροὶ μᾶλλον ἢ θερμοί, καὶ ἄβρωτοι καὶ ἄποτοι. λέγεται δὲ καὶ ἡ ὠμότης ὥσπερ καὶ ἡ πέπανσις, πολλαχῶς. ὅθεν καὶ οὖρα καὶ ὑποχωρήσεις καὶ κατάρροι ὠμοὶ λέγονται διὰ τὸ αὐτὸ αἴτιον· τῷ γὰρ μὴ κεκρατῆσθαι ὑπὸ τῆς θερμότητος μηδὲ συνεστάναι ὠμὰ πάντα προσαγορεύεται. πόρρω δὲ προϊόντων καὶ κέραμος ὠμὸς καὶ γάλα ὠμὸν καὶ ἄλλα πολλὰ λέγεται, ἐὰν δυνάμενα μεταβάλλειν καὶ συνίστασθαι ὑπὸ θερμότητος ἀπαθῆ ᾖ. διὸ τὸ ὕδωρ ἑφθὸν μὲν λέγεται, ὠμὸν δ᾿  οὔ, ὅτι οὐ παχύνεται. πέπανσις μὲν οὖν καὶ ὠμότης εἴρηται τί ἐστιν, καὶ διὰ τί ἐστιν ἑκάτερον αὐτῶν· ἕψησις δ᾿  ἐστὶν τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ, λέγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἑψομένων. τοῦτο δ᾿  ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες ἢ ὑδατῶδες. ἡ δὲ πέψις γίγνεται ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός· τὸ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται (ὑπὸ γὰρ τοῦ ἔξωθεν θερμοῦ πάσχει, ἐν ᾧ δ᾿  ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρόν, εἰς αὑτὸ ἀναλαμβάνον), τὸ δ᾿  ἑψόμενον τοὐναντίον ποιεῖ (ἐκκρίνεται γὰρ ἐξ αὐτοῦ τὸ ὑγρὸν ὑπὸ τῆς ἐν τῷ ἔξω ὑγρῷ θερμασίας)· διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ἀνασπᾷ εἰς ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα· κρατεῖ γὰρ ἡ ἔξωθεν θερμότης τῆς ἐντός· εἰ δ᾿  ἐκράτει ἡ ἐντός, εἷλκεν ἂν εἰς ἑαυτήν. ἔστιν δ᾿  οὐ πᾶν σῶμα ἑψητόν· [*](380 b 1 τὸ (ante θερμὸν)] Ap: om. J F 𝔐 𝔙 Ν ‖ τῷ (post εἶναι ἢ) om. F ‖ 2 διὸ καὶ] καὶ γὰρ διὰ τοῦτο F ‖ 4 καὶ (post δὲ) om. Ν ‖ 5 κάταροι Ν ‖ 6 τὸ αὐτὸ] τὸ E: eandem Henricus ‖ κεκρατεῖσθαι (ut videtur) 𝔙1; ex κρατῆσθαι corr. Ν1 ‖ 7 συνιστάναι N ‖ προσαγορεύονται 𝔐 𝔙 9 λέγονται 𝔐 ‖ 1Ο τὸ om. 𝔚 ‖ 11 πέπανσις — διὰ τί ἔστιν (12) om. F1 ‖ 12 ἐστιν (ante ἑκάτερον) om. H Ν ‖ ἑκάτερον αὐτῶν] F1 et rec.: del. F1 ‖ 13 ἔψης J1: ἡ ἕψησις F ‖ 14 ὑγρῷ] ἑψομένῳ ὑγροῦ ci, Τh, ‖ 15 ἐπὶ μόνων τῶν ἑψομένων 𝔚: ἐκὶ τῶν ἑψομένων μόνων H N ‖ εἴη] ἦν Ν ‖ ὡς 𝔚 ‖ 16 πνευματῶδες] post τ in E ras. unius litt.) ‖ ἢ ὑδατῶδες] Ac (Op): om. J1 𝔚: ‖ marg. E1: vel aquaticum Henricus ‖ ἀπὸ] Ac: ὑπὸ 𝔙rec. 𝔚 Olp ‖ 17 τὸ] τὰ Jvar. Ε 𝔚 (Ap) Ol ‖ ὠπτᾶται E1 ‖ 18 ἔξωθεν] Ap: ἔξω Ε 𝔚 ‖ θερμοῦ] πυρὸς F ‖ 19 ξηρὸν post ἀναλαμβάνον coll. F ‖ αὐτὸ Ε1 𝔙1: ἑαυτὸ 𝔐 F ‖ 20 ὑπὸ] ἀπὸ 𝔐 𝔙1 ‖ 21 ἐν τῷ supra add. F1 ‖ 21—22 τὰ ὀπτὰ τῶν φθῶν E1; τὰ ὀπτὰ τῶν ἑφθῶν corr. E1; elixa assis Henricus ‖ 22 αὑτὰ E: ἑαυτὸ J 𝔐 𝔙 23 ἔξωθεν ex ἔξωοεν corr. E1 ‖ 24 σῶμα supra add. J1)
127
οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν, οἷον ἐν λίθοις, οὔτ᾿  ἐν οἷς ἔνεστι μέν, ἀλλ᾿  ἀδύνατον κρατηθῆναι διὰ πυκνότητα, οἷον ἐν τοῖς ξύλοις· ἀλλ᾿  ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως. λέγεται δὲ καὶ χρυσὸς ἕψεσθαι καὶ ξύλον καὶ ἄλλα πολλὰ, κατὰ μὲν τὴν ἰδέαν οὐ τὴν αὐτήν, μεταφορᾷ δέ· οὐ γὰρ κεῖται ὀνόματα ταῖς διαφοραῖς. καὶ τὰ ὑγρὰ δὲ ἕψεσθαι λέγομεν, οἷον γάλα καὶ γλεῦκος, ὅταν ἐν τῷ ὑγρῷ ὁ χυμὸς εἰς εἶδός τι μεταβάλλῃ ὑπὸ τοῦ κύκλῳ καὶ ἔξωθεν πυρὸς θερμαίνοντος, ὥστε τρόπον τινὰ παραπλήσιον τῇ εἰρημένῃ ἑψήσει [*](381a) ποιεῖ. (τέλος δὲ οὐ ταὐτὸ πᾶσιν, οὔτε ἐψομένοις οὔτε πεττομένοις, ἀλλὰ τοῖς μὲν πρὸς ἐδωδήν, τοῖς δὲ πρὸς ῥόφησιν, τοῖς δὲ πρὸς ἄλλην χρείαν, ἐπεὶ καὶ τὰ φάρμακα ἕψειν λέγομεν.) ὥστε ὅσα παχύτερα δύναται γίγνεσθαι ἢ ἐλάττω ἢ βαρύτερα, ἢ τὰ μὲν αὐτῶν τοιαῦτα τὰ δ᾿  ἐναντία, διὰ τὸ διακρινόμενα τὰ μὲν παχύνεσθαι τὰ δὲ λεπτύνεσθαι, ὥσπερ τὸ γάλα εἴς τε ὀρὸν καὶ πυετίαν, πάντα ἑψητά ἐστιν. τὸ δὲ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ᾿  ἑαυτό, ὅτι τού των οὐδὲν πάσχει. ἡ μὲν οὖν κατὰ τὴν ἕψησιν λεγομένη πέ ψις τοῦτ᾿  ἐστίν· καὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς καὶ [*](25 ἐν λίθοις] λίθος E1: λίθοις 𝔚: in lapidibus Henricus ‖ 27 τοῖς om. F ‖ 29 κατὰ] καὶ τὰ F1 ‖ 30 τὴν (ante ἰδέαν) om. 𝔚 ‖ δείαν E1 ‖ οὐ (ante τὴν supra add. E1: om. Th. ‖ κεῖται] (Ap) Ol: κρατεῖται (ut videtur) E1 (post γὰρ in marg. αρ eras.); ἄρτι κρατεῖται 𝔚: εἰσιν Op; iacent Henricus ‖ ὀνόματα] Op; ὄνομα J F 𝔐 H Ν: τὰ ὀνόματα E1 𝔚 Ol: οἰκεῖα ὀνόματα Ap; nomina Henricus  ‖ 31 μεταφοραῖς F1 ‖ 32 ὁ ἐν τῷ ὑγρῷ Hcorr.(Ap) Ol: ὁ ἐν τῷ ὑγρῷ ὁ corr. 𝔙1: ὁ ἐν τοῦτ᾿  ὑγρῷ ὁ Frec. ‖ 33 κύκλου J 𝔙1(κυκλ- ex corr. m. 1) 34 ἑψήσει ex ἑψήση corr. Ε1 ‖ 381 a 1 τέλος — λέγομεν (4) falso huc inserta esse suspicatur S.-Hilaire ‖ τὸ αὐτὸ ex τὸ corr. E1 ‖ ἑψομένης Ν ‖ πετομένης Ν1: πεττομένης Nrec. ‖ 2 τοῖς (ante μὲν) ex corr. 𝔙 ‖ 3 χροίαν N ‖ 4 ἕψειν] ἔψεινψειν (ut videtur) E1; ἕψειν μὲν Η ‖ λέγωμεν 5 ἢ (ante βαρύτερα) ex corr. 𝔙: in ras. ut videtur Η1 ‖ ἢ (post βαρύτερα) ex καὶ (ut videtur) corr. 𝔙1 ‖ μὲν] (μ- in ras., ubi prius, ut videtur, κ 𝔐) ‖ τὰ (post τοιαῦτα) supra add. E1 ‖ 6 διακρινόμενα ex κρινόμενα corr. F1 ‖ 7 τε om. E 𝔚 𝔙1 ‖ ὁρὸν J: ὀρρὸν Erec. 𝔚 𝔙corr. m.1 Fcorr.m.1 H Ν: ὀπτὸν F1 ‖ πυτίαν Ε 𝔚 𝔙corr.: πυτυίαν F1; recoctam necnon mel et similia Henricus ‖ 8 ἔλαιον] (ελ- in ras. E1) ‖ αὑτὸ Ε 𝔚 H Ν ‖ 10—11 φυσικοῖς καὶ τεχνικοῖς 𝔐 𝔙 F: καὶ φυσικοῖς καὶ τεχνικοῖς N: τεχνικοῖς E; τεχνικοῖς ἢ φυσικοῖς 𝔚: artificialibus sive in naturalibus Henricus)
128
φυσικοῖς ἐάν τι γίγνηται· διὰ τὴν αὐτὴν γὰρ αἰτίαν πάντα ἔσται. μόλυνσις δὲ ἀπεψία μὲν ἡ ἐναντία ἑψήσει· εἴη δ᾿  ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου δι᾿  ἔνδειαν τῆς ἐν τῷ ὑγρῷ τῷ πέριξ θερμότητος (ἡ δ᾿  ἔνδεια μετὰ ψυχρότητος ὅτι ἐστίν, εἴρηται)· γίγνεται δὲ διὰ κίνησιν ἄλλην· ἐκκρούεται γὰρ ἡ πέττουσα, καὶ ἡ ἔνδεια δὲ ἢ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ὑγρῷ ψυχρότητος ἢ διὰ τὸ ἐν τῷ ἑψομένῳ πλῆθος· τότε γὰρ συμβαίνει τὴν ἐν τῷ ὑγρῷ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μὴ κινῆσαι, ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ συμπέψαι. διὸ σκληρότερα μὲν τὰ μεμωλυσμένα γίγνεται τῶν ἑφθῶν, τὰ δ᾿  ὑγρὰ διωρισμένα μᾶλλον. ἕψησις μὲν οὖν καὶ μόλυνσις εἴρηται, καὶ τί ἐστιν καὶ διὰ τί ἐστιν· ὄπτησις δ᾿  ἐστὶν πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. διὰ τοῦτο κἂν ἕψων τις ποιῇ μεταβάλλειν καὶ πέττεσθαι, μὴ ὑπὸ τῆς τοῦ ὑγροῦ θερμότητος ἀλλ᾿  ὑπὸ τῆς τοῦ πυρός, ὅταν τελεσθῇ, ὀπτὸν γίγνεται καὶ οὐχ ἑφθόν, καὶ τῇ ὑπερβολῇ προσκεκαῦσθαι λέγεται· ὑπὸ ξηρᾶς δὲ θερμότητος γίγνεται ὅταν ξηρότερον γίγνηται ἐπιτελεσθέν. διὸ καὶ τὰ ἐκτὸς ξηρότερα τῶν ἐντὸς· τὰ δ᾿  ἑφθὰ [*](11 τι om. Ε F Ol Henricus ‖ γένηται Ν  Ol ‖ 11—12 γὰρ αἰτίαν ἅπαντα ἔσται H Ν: αἰτίαν γὰρ ἔσται πάντα 𝔐 ‖ 12 μώλυνσις J1: ex μώλυσις corr. E1 ‖ μὲν ἡ ἐναντία] μὲν ἐναντία δ᾿  J F1 𝔐 𝔙: μὲν ἡ ἐναντία δ᾿  Frec.: ἡ ἐναντία E 𝔚: ἐναντία Ol: contraria Henricus ‖ εἴη δ᾿  ἂν ex ειη δ αν εἴη δ᾿  ἂν corr. E1 ‖ 13 ἥ τε πρώτη λεχθεῖσα] (ε prima in ras. 𝔙rec.): καὶ τῇ πρώτῃ λεχθείσῃ ci. Th. ‖ τοῦ] τῷ Ε ‖ 14 ἔνδιαν E1 ‖ τῷ (post ὑγρῷ) ex τῷ τῷ corr. E: ex corr. F1: τὸ Ν ἡ—εἴρηται (15) interclusionem distinxit Th. ‖ ἡ] ὁ F1 ‖ 15 ἔνδεια ex ἔνδια corr. E1 ‖ ὅτι μετὰ ψυχρότητος 𝔚 ‖ δὲ] (-ε in ras. F1): δὲ ἢ J 𝔙corr. Nrec. 𝔚: δ᾿  ἡ 𝔐: δὲ καὶ corr. F1: -que Henricus ‖ 16 post διὰ in 𝔙 ras. 3 litt. ‖ ἐκκρούεται γὰρ ἡ πέττουσα] (ἡ supra add. Ε); ἡ γάρ πέττουσα ἐκκρούεται F ἔνδια E1 ‖ 18 πλῆθος del. Th. ‖ 19 μὴ supra add. F ‖ 20 ὡμωλῦναι Ε1 ‖ 21 μεμολυσμένα Erec. 𝔚 𝔐 𝔙 F H Ν ‖ 22 καὶ μώλυνσις εἴρηται J: καὶ μώλυσις εἴρηται Ε1; εἴρηται καὶ μόλυνσις H Ν ‖ 23 ἔστιν om. Ν ‖ 24 κἂν] καὶ F1( ut videtur) Ν ‖ ποιῇ var. J: ποιεῖ J1 N Ε1 ‖ 25 τοῦ om. E ‖ 26 ὅτταν E ‖ τελεσθῇ var. F: τελευτηθῆ F1 ‖ ὀπτὸν] ὀπτὸν δὲ corr. E1; ὀπτὸν τὲ 𝔚: assatum equidem Henricus ‖ 27 ἑφθόν] (-φ- in ras. E1): (-ο- supra add. J1): ἑφθὲν Ν ‖ τῇ ex η corr. E1: ἡ 𝔚 ‖ προσκεκαῦσθαι] (-καυσ-in ras Nrec.): ex προσκεκλυσθαι corr, Ε1 ‖ ‖ γίνεται ὅταν ξηρότερόν τι γίγνηται F; γίνεται E1; ὅταν ξηρότερον γένηται Ecorr. m. 1 𝔚 ‖ ἐπιτελεσθέν] τὸ ἐπιτελέσθέν 𝔚 ‖ 29 ξηρότερα] ξηρότερά ἐστι 𝔚)
129
τοὐναντίον. καὶ ἔργον ἐπὶ τῶν χειροκμήτων τὸ ὀπτῆσαι μεῖζον ἢ ἑψῆσαι· χαλεπὸν γὰρ τὰ ἐκτὸς καὶ τὰ ἐντὸς ὁμαλῶς θερμαίνειν. ἀεὶ γὰρ τὰ ἐγγύτερον τοῦ πυρὸς ξηραίνεται [*](381b) θᾶττον, ὥστε καὶ μᾶλλον. συνιόντων οὖν τῶν ἔξω πόρων οὐ δύναται ἐκκρίνεσθαι τὸ ἐνυπάρχον ὑγρόν, ἀλλ᾿  ἐγκατακλείεται, ὅταν οἱ πόροι μύσωσιν. ὄπτησις μὲν οὖν καὶ ἔψησις γίγνονται μὲν τέχνῃ, ἔστιν δʼ, ὥσπερ λέγομεν, τὰ εἴδη καθόλου ταὐτὰ καὶ φύσει· ὅμοια γὰρ τὰ γιγνόμενα πάθη, ἀλλ᾿  ἀνώνυμα· μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἐπεὶ καὶ ἡ τῆς τροφῆς ἐν τῷ σώματι πέψις ὁμοία ἐφήσει ἐστίν· καὶ γὰρ ἐν ὑγρῷ καὶ θερμῷ ὑπὸ τῆς τοῦ σώματος θερμότητος γίγνεται. καὶ ἀπεψίαι ἔνιαι ὅμοιαι τῇ μολύνσει. καὶ ζῷον οὐκ ἐγγίγνεται ἐν τῇ πέψει, ὥσπερ τινές φασιν, ἀλλ᾿  ἐν τῇ ἀποκρίσει σηπομένῃ ἐν τῇ κάτω κοιλίᾳ, εἶτ᾿  ἐπανέρχεται ἄνω· πέττεται μὲν γὰρ ἐν τῇ ἄνω κοιλίᾳ, σήπεται δ᾿  ἐν τῇ κάτω τὸ ἀποκριθέν· δι᾿  ἣν δ᾿  αἰτίαν, εἴρηται ἐν ἑτέροις. ἡ μὲν οὖν μόλυνσις τῇ ἑψήσει ἐναντίον· τῇ δὲ ὡς ὀπτήσει λεγομένῃ πέψει ἔστι μέν τι ἀντικείμενον ὁμοίως, ἀνωνυμώτερον δέ. εἴη δ᾿  ἂ οἷον εἰ γένοιτο στάτευσις ἀλλὰ μὴ ὄπτησις δι᾿  ἔνδειαν θερμότητος, ἣ συμβαίη ἂν ἢ δι᾿  ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος· [*](30 χειροτμήτων E ‖ μεῖον om. F: μᾶλλον H Ν ‖ 31 γὰρ] γὰρ καὶ F ‖ ἐκτὸς ex τος corr. E1: ἐντὸς 𝔐 𝔙 ‖ καὶ τὰ ἐντὸς marg. J1: καὶ τὰ ἐκτὸς E1 (ut videtur) 𝔐 𝔙 ‖ 32 ἐγγύτερα Fcorr. N ‖ ξηραίνεσθαι F1: θερμαίνεται E: arescunt Henricus ‖ 381 b 1 οὖν τῶν postea add. E1 ‖ 2 ὑγρόν om. Ε ‖ ἐγκατακλείεται ex ἐνκατακλείεται corr. E1 ‖ 3 πόρροι H ‖ 4 δ᾿  postea add. Ε1 ‖ 4—5 ταῦτα καθόλου F1; ταυτὰ καθόλου Frec.: ex ταυτα καθόλου ταὐτὰ corr. E1 ‖ 6 ἐπὶ E1 ‖ 7 τῷ om. F ‖ ἐστίν ἑψήσει (ἑψη- ex corr. m. 1) F 8 ὑγρῷ] τῷ ὑγρῷ Ν ‖ καὶ om. F θερμότητος supra add. F1 ‖ 9 ὅμοιαι ἔνιαι E( ex ἔνια ὅμοια corr. m. 1) 𝔚: ex ὅμοια corr. J1 (ut videtur): ὅμοια ἔνια Ol: alique similes Henricus ‖ μωλύνσει J Ε1 ‖ Idelero Galenum respicienti mancus videtur totus hic locus ‖ 1O ἐγγίγνεται ex ἐνιγίγνεται corr. E1 ‖ ἐν (post ἐγγίγνεται) om. F ἑψήσει F1 ‖ 11 κυλία E1 ‖ εἶτ᾿  ἐ- in ras. E1 ‖ 12 πέπεπται J 𝔐 𝔙: ex πέπτεται corr. F1; πεπέφθαι H N: maturatur Henricus ‖ σήπαιται E ‖ 13 τὸ om. J ‖ ἐν ἑτέροις εἴρηται F ‖ 14 μώλυνσις J ‖ ὡς]  Ap: om. F H Ν1 𝔚 Op: de E codice incertum: quasi Henricus ‖ 15 ὁμογενῶς F: ὅμοιον N ‖ 16 οἶον om. J; ὅμοιον E: quemadmodum Henricus ‖ στάθευσις J 𝔐 𝔙 Ecorr. m.1 𝔚: σάτευσις Ν ‖ 17 ἔνδιαν E1 ‖ ἣ in ras. Erec.: ἢ Ol ‖ συμβαίη] (-η in ras. Erec.) Ol: συμβαίνοι 𝔚 ὀλιγότητα] (-ι- ex corr. E) ‖ 18 πλῆθος] Ap: τὸ πλῆθος Ε 𝔚 Ol ‖ τῷ om. F1 ‖ ἑπτομένῳ N)
130
τότε γὰρ πλείων μέν ἐστιν ἢ ὥστε μὴ κινῆσαι, ἐλάττων δὲ ἢ ὥστε πέψαι. τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία, καὶ πέπανσις καὶ ὠμότης, καὶ ἕψησις καὶ ὄπτησις καὶ τἀναντία τούτοις, εἴρηται.

4 τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, λεκτέον τὰ εἴδη. εἰσὶν δ᾿  αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν καὶ ξηρόν, τὰ δ᾿  ἄλλα μεικτὰ μὲν ἐκ τούτων, ὁποτέρου δὲ μᾶλλον, τούτου μᾶλλον τὴν φύσιν ἐστίν, οἷον τὰ μὲν ξηροῦ μᾶλλον τὰ δ᾿  ὑγροῦ. πάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δ᾿  ἐν τῷ ἀντικειμένῳ· ἔχει δ᾿  οὕτως τῆξις πρὸς τὸ τηκτόν. ἐπεὶ δ᾿  ἐστὶν τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν δυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασι πρὸς ἄλληλα πάσχουσι· τὸ γὰρ ὑγρὸν τῷ ξηρῷ αἴτιον τοῦ ὁρίζεσθαι, καὶ ἑκάτερον ἑκατέρῳ οἷον κόλλα γίγνεται, ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν ἐν τοῖς φυσικοῖς “ἄλφιτον ὕδατι κολλήσας.” [*](382a) καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν ἐστιν τὸ ὡρισμένον σῶμα. λέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα ξηροῦ μὲν γῆ, ὑγροῦ δὲ ὕδωρ. διὰ τοῦτο ἅπαντά τε τὰ ὡρισμένα σώματα ἐνταῦθα οὐκ ἄνευ γῆς καὶ ὕδατος (ὁποτέρου δὲ πλέον, κατὰ τὴν δύναμιν τούτου ἕκαστον φαίνεται)· καὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ πυρὶ οὐκ ἔστιν, ὅτι τῶν σωμάτων ὕλη ταῦτα. τῶν δὲ σωματικῶν παθημάτων ταῦτα πρῶτα [*](19 πλεῖον J F 𝔐 𝔙: πλείω E: plus Henricus ‖ ἐλάττω J 𝔐 𝔙1 Ν E1 ἔλαττον Ecorr. m. 1 𝔙rec. F: minus Henricus ‖ 20 πέψις] ἡ πέψις 𝔙1 ‖ πέπανσις] (-σι- in ras. Erec.) ‖ 21 ὀμότης E1: (ὠ- ex ὁ- corr. 𝔙rec., post μ ras. unius litt.) ‖ 23 τοῦ (ante ὑγροῦ) marg. H ‖ λεκτέον] Al: ληπτέον Ol ‖ 24 ἀρχαι μὲν 𝔐 ||| ἡ παθητικὰ E1: ἡ παθηματικαὶ Ecorr. m. 1 𝔚 ‖ 24—25 ὑγρῶν καὶ ξηρῶν 125 ‖ μὲν om. 𝔐 𝔙 ‖ δὲ] δ᾿  ἂν H Ν ‖ 26 τούτου τὴν φύσιν F Ol: τὴν φυσικὴν Ε ‖ 27 ἐντελεχείᾳ] ante χ in Ν ras. unius litt.) ἐστί F ‖ 28 ἔχειν E1 ‖ τῆξις] (-ι- in ras. Erec.) ‖ πρὸς περὶ E1( ut videtur) F ‖ τὸ om. H Ν ‖ τηκτικὸν (ex τικτικὸν corr.) Ε ‖ 29 ἀόριστον 𝔐1 𝔙1 ‖ 31 αἴτιον τῷ ξηρῷ F ὁρίζεσθαι] διορίζεσθαι 𝔚 ‖ 32 γίγνεται κόλλα F1 ‖ καὶ om. F ‖ 382 a 1 περσικοῖς E: phisicis Henricus ‖ ἄλφητον J ‖ ὕδασι 𝔐(fortasse) 𝔙(ut videtur) ‖ 3 τῶν om. E ‖ ἰδιώτατα Ε1 ‖ γῆ] ἡ γῆ H Ν ‖ 4 ὕδωρ] ὕδυδωρ E1: τὸ ὕδωρ N: ὔδωρ. καὶ F τε] Ol: γε H N: om. E 𝔙corr. F Ap 5 καὶ om. 𝔙1 ‖ οποτερον E ‖ δὲ] δʼ ἂν H Ν ‖ τὴν δύναμιν] φύσιν Ν ‖ 6 ὕδασι 𝔐 ‖ 7 ἐν — ἔστιν om. H Ν: οὐ παθητικὸν corr. F ‖ 8 τῶν δὲ ex δὲ τῶν corr. E1 ‖ ταῦτα (post παθημάτων) om. 𝔚: haec Henricus)

131
ἀνάγκη ὑπάρχειν τῷ ὡρισμένῳ, σκληρότητα ἢ μαλακότητα· ἀνάγκη γὰρ τὸ ἐξ ὑγροῦ καὶ ξηροῦ ἢ σκληρὸν εἶναι ἢ μαλακόν. ἔστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς αὑτὸ κατὰ τὸ ἐπίπεδον, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι· τὸ γὰρ ὕδωρ οὐ μαλακόν· οὐ γὰρ ὑπείκει τῇ θλίψει τὸ ἐπίπεδον εἰς βάθος, ἀλλ᾿  ἀντιπεριίσταται. ἁπλῶς μὲν οὖν σκληρὸν ἢ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον, πρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον. πρὸς μὲν οὖν ἄλληλα ἀόριστά ἐστιν τῷ μᾶλλον καὶ ἧττον· ἐπεὶ δὲ πρὸς τὴν αἴσθησιν πάντα κρίνομεν τὰ αἰσθητὰ, δῆλον ὅτι καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἁπλῶς πρὸς τὴν ἁφὴν ὡρίκαμεν, ὡς μεσότητι χρώμενοι τῇ ἁφῇ· διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ᾿  ἐλλεῖπον μαλακὸν εἶναί φαμεν.

5 ἀνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ (ἢ γὰρ ὑπείκει ἢ μή)· ἔτι πεπηγὸς εἶνα (τούτῳ γὰρ ὁρίζεται)· ὥστ᾿  ἐπεὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστὸς ἢ μαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πήξει ἐστίν, ἄπαντ᾿  ἂν εἴη τὰ σώματα τὰ σύνθετα καὶ ὡρισμένα οὐκ ἄνευ πήξεως. πήξεως οὖν πέρι ῥητέον. ἔστιν δὴ τὰ αἴτια τὰ [*](9 ἀνάγκη ὑπάρχει E; ὑπάρχειν ἀνάγκη F ‖ ὁρισμένῳ N ‖ 10 ἐκ ξηροῦ καὶ ὑγροῦ Ε (Ap): ex humido et (vel) arido Henricus ‖ 11 ἑαυτὸ 𝔚 ‖ 12 δὲ] δὲ κατὰ 𝔙 ‖ ὑπῆκον J; ὑπεῖκον καὶ N: ex πεικον corr. E1 ‖ 13 ὑπήκει J1 ‖ 14 ἁπλῶς ex ἁπῶς corr. Ν1 ‖ 15 σκληρὸν] (σκλη- in ras. 2 litt. F1) ‖ τὸ ἁπλῶς om. E 16 πρὸς (post τοιοῦτον)] ὅτι 𝔐 𝔙1 ‖ οὖν supra add. F1 ‖ 17 καὶ] τῷ (ut videtur) E1; καὶ τῷ 𝔚 ‖ κρίνομεν πάντα F ‖ 18 μαλακὸν καὶ τὸ σκληρὸν F ‖ 19 ἁπλῶς ex ἁπρῶς corr. N1 ‖ ὡς in ras. 2 litt. F ‖ 20 ὑπερβάλλον μὲν 𝔙 ‖ αὐτὴν. Ap Op: αὐτῆς J Fcorr.  m.1 𝔐 𝔙: ipsum Henricus ‖ λεῖπον J F 𝔙 Erec.: λεπτὸν E1: λεπτὸν. καὶ H Ν Al ‖ 22 εἶναι μαλακὸν N ‖ τὸ ὁρισσμένον E1; (τὸ ὡ- in ras. 𝔙) ‖ 23 ἢ (ante γὰρ) supra add. in ras. Erec. ὑπείκει]  Ol: ὑπείκειν J F1 𝔐 𝔙 Ap: ex ὑποκει μεν corr. E1 (cf. v. 24) ‖ ἔτι] τὸ ἔτι E1 (cf. v. 24): (ἔ- in ras. Nrec,) ‖ πεπηγως E1 ‖ 24 τούτῳ ex τοῦτο corr. F1 ‖ πᾶν om. F ‖ μὲν om. E( cf. v. 23) F ‖ τὸ] (τ- postea add. E1; cf. v. 23) ὁρισμένον E1 ‖ καὶ] τὸ 𝔚 ‖ 25 συνεστὸς ἢ] ApW: om. H1 Ν1: ἢ corr. H1: συνεστὼς ἢ Ecorr. 𝔐 𝔙corr. Nrec. ApIB: συνεστηκὸς E1 𝔚 Ol ‖ πήξει] OlG: πῆξις Jvar. m. 1 F 𝔐 𝔙1 Ν OlV: ἐν πήξει τινὶ ποιᾷ Ap ‖ 26 ἅπαντ᾿ ] ἅπαντα ex ἀνάγκη ἅπαντα corr. F1 ‖ τὰ (post σώματα) om. J F 𝔙1 Ε 26 οὐκ] καὶ οὐκ F1 27 πήξεως prius ex πήξεως καὶ διαχύσεως corr. F1 πήξεως alterum om. E1 ‖ λεκτέον var. J; ληπτέον Ecorr.m.1 𝔚: dicendum Henricus ‖ στι ex εστινεστι corr. E1 ‖ δὲ Jvar.m.1 F E1 Ol)

132
παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν καὶ τὸ πάθος (τὸ μὲν οὖν ποιοῦν ὡς ὅθεν ἡ κίνησις, τὸ δὲ πάθος ὡς εἶδος)· ὥστε καὶ πήξεως καὶ διαχύσεως, καὶ τοῦ ξηραίνεσθαι καὶ τοῦ ὑγραίνεσθαι. ποιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθήμασιν δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρῷ, τὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ ἢ ψυχροῦ. ἐπεὶ δὲ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστιν, περὶ [*](382b) τούτου εἴπωμεν πρῶτον. τὸ δὴ πάσχον ἢ ὑγρὸν ἢ ξηρὸν ἢ ἐκ τούτων. τιθέμεθα δὲ ὑγροῦ σῶμα ὕδωρ, ξηροῦ δὲ γῆν· ταῦτα γὰρ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν παθητικά. διὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον· ἐν τούτοις γάρ ἐστιν· καὶ γὰρ ἡ γῇ καὶ τὸ ὕδωρ ψυχρὰ ὑπόκειται. ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ ὡς κατὰ συμβεβηκός, καθάπερ εἴρηται πρότερον· ἐνίοτε γὰρ καὶ κάειν λέγεται καὶ θερμαίνειν τὸ ψυχρόν, οὐχ ὡς τὸ θερμόν, ἀλλὰ τῷ συνάγειν ἢ ἀντιπεριιστάναι τὸ θερμόν. ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ ἔχει ὕδωρ εἴτ᾿  ἐπακτὸν εἴτε συμφυές (λέγω δὲ ἐπακτὸν μὲν οἷον ἐν ἐρίῳ, σύμφυτον δ᾿  οἷον ἐν γάλακτι). ὕδατος δ᾿  εἴδη τὰ τοιάδε, οἶνος, οὖρον, ὀρός, καὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν, μὴ διὰ γλισχρότητα· ἐνίοις γὰρ αἴτιον τοῦ μὴ ὑφίστασθαι μηδὲν ἡ γλισχρότης, ὥσπερ ἐλαίῳ ἢ πίττῃ. ξηραίνεται δὲ πάντα ἢ θερμαινόμενα ἢ ψυχόμενα, ἀμφότερα δὲ θερμῷ καὶ ὑπὸ [*](28 παρὰ] Apl Ol: περὶ Erec. 𝔐 𝔙 Fvar. m. 1 ApWB ‖ ποοῦν ante καὶ) ex corr. 𝔙 ‖ οὖν om. Ε 𝔚 ποιοῦν post οὖν) om. Ν ποιὸν 𝔙1 ‖ 29 πάθος] πάθος καὶ τέλος corr. Η1 ‖ 3Ο ὑγραίνεσθαι ex ὑγαίνεσθαι corr. F1 ‖ 31 πάσχει] Ol: πάσχει τὸ πάσχον E Fcorr. m. 1: patitur Henricus ‖ 32 δυσὶ παθήμασιν F H Ν ‖ ὥσπερ ex ὡς corr. E1 ‖ 33 ἀπουσίᾳ ἢ παρουσίᾳ] Olp; παρουσίᾳ ἢ ἀπουσίᾳ J F 𝔐 𝔙: ἀπουσίᾳ 𝔚: absentia seu presentia Henricus ‖ 382 b 1 ἐπεὶ] ἐπὶ Ε1,|| 2 τούτων 𝔐 𝔙1 ‖ δὲ var. J1 ‖ ἢ (ante ὑγρὸν) supra add. E1 ‖ ἢ (post ξηρὸν) supra add. E1 ‖ 3 ξηροῦ] (ξη- et -υ in ras. E1) ‖ 4 γὰρ] γὰρ ἐκ H Ν ‖ ξηρῶν καὶ τῶν ὑγρῶν 𝔙: ὑγρῶν καὶ ξηρῶm Ε 𝔚 ‖ τὸ om. E1 ‖ 5 γάρ ex γαρ εν τούτοις corr. E1 ‖ γὰρ om. Ε1 Ν ‖ 6 τὸ (ante ὕβωρ) om. Ecorr. 𝔚 ‖ ὑπόκεινται Ecorr. m. 1 𝔚 ‖ δὲ supra add. F1 ‖ 7 ὡς (ante φθαρτικὸν)] ἢ ὡς Ecorr. m. 1 𝔚: ὡς φθαρτικὸν ὡς Η: et Henricus  ‖ 8 γὰρ] δὲ F ‖ καίειν H Ν ‖ 9 τῷ] τὸ F1, Ν ‖ 10 ἀντιπεριίστασθαι F1 ‖ ἐστὶν ἢ 𝔚 ‖ καὶ] 𝔚 ‖ 11 ἢ om. 𝔚 ‖ ὕδωρ om. 𝔚 ‖ 13 ὀρρός Ν 𝔚 ‖ 14 μὴ] ὄσα μὴ 𝔚 ‖ διὰ] δὲ Ε ‖ 15 γὰρ] μὲν γὰρ E: enim Henricus ‖ 16 γλισχρότητος J1: γλισχρόντης E1 ‖ 17 θερμαινό ὅμενα ex θερμαινομεν corr. E1 ‖ ἀμφότερα — ἱμάτιον (19) post ὑγρόν (20) coll. Th.)
133
τῆς ἐντὸς θερμότητος ἢ τῆς ἕξω· καὶ γὰρ τὰ τῇ ψύξει ξηραινόμενα, ὥσπερ ἱμάτιον, ἐὰν ᾗ κεχωρισμένον αὐτὸ καθʼ αὑτὸ τὸ ὑγρόν, ὑπὸ τοῦ ἐντὸς θερμοῦ συνεξατμίζοντος τὸ ὑγρὸν ξηραίνεται, ἂν ὀλίγον ᾖ τὸ ὑγρόν, ἐξιούσης τῆς θερμότητος ὑπὸ τοῦ περιεστῶτος ψυχροῦ. ξηραίνεται μὲν οὖν, ὥσπερ εἴρηται, ἅπαντα ἢ θερμαινόμενα ἢ ψυχόμενα, καὶ πάντα θερμῷ, ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτὸς συνεξατμίζοντι τὸ ὑγρόν (λέγω δʼ ἐκτὸς μὲν ὥσπερ τὰ ἐψόμενα, ἐντὸς δὲ ὅταν ἀφαιρεθέντος ὑφʼ ἧς ἔχει θερμότητος ἀναλωθῇ ἀποπνεούσης). περὶ μὲν οὖν τοῦ ξηραίνεσθαι εἴρηται.

6 τὸ δʼ ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίγνεσθαι συνιστάμενον, ἓν δὲ τὸ τήκεσθαι τὸ πεπηγός. τούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα· περὶ δὲ τήξεως ἅμα καὶ περὶ πήξεως ἔσται δῆλον. πήγνυται δὲ ὅσα πήγνυται ἢ ὕδατος ὄντα ἢ γῆς καὶ ὕδατος, καὶ ταῦτα ἢ θερμῷ ξηρῷ ἢ ψυχρῷ. διὸ καὶ λύεται τοῖς ἐναντίοις, ὅσα [*](383a) λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ὑπὸ ψυχροῦ· τὰ μὲν γὰρ ὑπὸ ξηροῦ θερμοῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρὸν ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ πυρὸς λύεται, ὅ ἐστιν θερμόν. πήγνυσθαι δʼ ἔνια δόξειεν ἂν ὑπὸ ὕδατος, ὡς τὸ μέλι τὸ ἑφθόν· πήγνυται δὲ οὐχ ὑπὸ τοῦ ὕδατος, ἀλλʼ ὑπὸ τοῦ ἐν αὐτῷ ψυχροῦ. ὅσα μὲν οὖν ἐστιν ὕδατος, [*](18 ἔξω] ἐκτός F ‖ 19 ἐάν] ὅταν F ‖ εκχρισμένον J1 𝔐 𝔙1 ‖ αὐτὸ] (-ο ex corr. H1) ‖ 20 τὸ post αὑτὸ) om. J 𝔐 𝔅1 N E 𝔚1 ‖ ἐντὸς θερμοῦ] θερμοῦ τοῦ ἐντὸς F ‖ συνεξατμίζοντος] (-τμι- ex corr. E1) ‖ 21 ἐὰν Ecorr.m.1 𝔚 ‖ ἐξηούσης E1 ‖ 23 πάντα J F 𝔐 𝔙 N: deest codex H ‖ 24 συνεξατμίζοντι] (-τι in ras. F1) ‖ 26 ὃτε ‖ ἀφαιρεθέντα F ‖ ἧς marg. 𝔙1 ‖ 28 τὸ (ante ὕδωρ)] τῷ 𝔅1 ‖ 29 τὸ (ante τήκεσθαι)] τῷ 𝔙1 ‖ τὸ (post τήκεσθαι) om. 𝔙, F1 ‖ 30 μὲν] Ol: μὲν εἰς ὕδωρ Frec.: om. Henricus τὸ om. 𝔚 ‖ τήξεως] (post η in E ras. 2 vel 3 litt.) ‖ 31 περὶ om. E F Ol ‖ 33 ψυχρῷ ἢ θερμῷ ἢ ξηρῷ J 𝔐 ApWB1: ψυχρῷ ἢ ξηρῷ ἢ ὑγρῷ ἢ θερμῷ (ἢ ὑγρῷ del. m. 1) F: θερμῷ ἢ ψυχρῷ ἢ θερμῷ ἢ ξηρῷ (tertium ἢ eras.) 𝔙): θερμῷ ἢ ψυχρῷ ἢ ξηρῷ E 𝔚 ApI: ψνχρῷ ἢ θερμῷ ξηρῷ ApBcorr: calido vel (et) gelido vel arido Henricus ‖ 383 a 1 τῶν ex καὶ τῶν corr. E1 ‖ ψυχροῦ] τοῦ (ut videtur) ψυχροῦ J1 ‖ 2 ὕδατος — παγέντα ὑπὸ (3) om. N ‖ ὅ] ὄπερ F ‖ 3 ψυχρόν om. J F 𝔐 𝔅 𝔚: de N codice vide 2: frigidum (at alibi in alio codice coll.) Henricus ‖ 4 πήγνυσθαι δʼ]  πήγνυσθʼ 𝔚 ‖ 5 ὡς] οἷον 𝔚 (cf. 384 a 30) Ol: ὥσπερ Op: velut Henricus ‖ ἑφθὸν ex φθὸν corr. E1)

134
οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ πυρός, τὸ δὲ αὐτὸ τῷ αὐτῷ κατὰ ταὐτὸ οὐκ ἔσται αἴτιον τοῦ ἐναντίου. ἔτι τῷ ἀπιέναι τὸ θερμὸν πήγνυται, ὥστε δῆλον ὅτι τῷ εἰσιέναι λυθήσεται· ὥστε ποιοῦντος τοῦ ψυχροῦ πήγνυται. διὸ καὶ οὐ παχύνεται τὰ τοιαῦτα πηγνύμενα· ἡ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίγνεται, τοῦ ξηροῦ δὲ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον. ὅσα δὲ κοινὰ γῆς καὶ ὕδατος, καὶ ὑπὸ πυρὸς πήγνυται καὶ ὑπὸ ψυχροῦ, παχύνεται δὲ ὑπʼ ἀμφοῖν ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον, ἔστι δʼ ὡς ἄλλως, ὑπὸ μὲν θερμοῦ τὸ ὑγρὸν ἐξάγοντος (ἐξατμίζοντος γὰρ τοῦ ὑγροῦ παχύνεται τὸ ξηρὸν καὶ συνίσταται), ὑπὸ δὲ ψυχροῦ τὸ θερμὸν ἐκθλίβοντος, μεθʼ οὗ τὸ ὑγρὸν συναπέρχεται συνεξατμίζον. ὅσα μὲν οὖν μαλακὰ ἀλλὰ μὴ ὑγρά, οὐ παχύνεται ἀλλὰ πήγνυται ἐξιόντος τοῦ ὑγροῦ, οἷον ὁ ὀπτώμενος κέραμος· ὅσα δὲ ὑγρὰ τῶν μεικτῶν, καὶ παχύνεται, οἷον γάλα. πολλὰ δὲ καὶ ὑγραίνεται πρῶτον, ὅσα ἢ παχέα ἢ σκληρὰ ὑπὸ ψυχροῦ προϋπῆρχεν ὄντα, ὥσπερ καὶ ὁ κέραμος τὸ πρῶτον ὀπτώμενος ἀτμίζει καὶ μαλακώτερος γίγνεται· διὸ καὶ διαστρέφεται ἐν ταῖς καμίνοις. ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος, πλέον δὲ ἐχόντων γῆς, τὰ μὲν τῷ τὸ θερμὸν ἐξεληλυθέναι πηγνύμενα, ταῦτα τήκεται θερμῷ εἰσιόντος πάλιν [*](7 λύεται—πυρός marg. E1 ‖ 7–8 τῷ δʼ αὐτῷ τὸ αὐτὸ 𝔚 ‖ 8 κατὰ ταὐτὸ] κατ᾿ αὐτὸ J 𝔐 𝔙1: ex καθαυτὸ corr. F1 ‖ ἔσται] ἔστιν E F N: erit Henricus ‖ ἔτι] ἐν J1: ἐν δὴ Jrec. ‖ 9 ἀπῆναι J: ἀπεῖναι 𝔐 𝔙1 F H N τῷ (post ὅτι)] τὸ F ‖ 10 ὡς δὲ E ‖ τοῦ] ὑπὸ E 𝔚: α Henricus ‖ καὶ postea add. E1 ‖ 11 τὰ τοιαῦτα ταῦτα F: τὰ τούτῳ ci. Th. ‖ 12 δὲ (ante συνισταμένου) supra add. E1 ‖ ὕδωρ — μόνον (13) alio quo traiciendum censet Th. ‖ 13 οὐ in ras. 𝔚 ‖ 14 πυρὸς τοῦ πυρὸς 𝔐 𝔅 F ‖ ὑσὸ (2)] Ap: om. E 𝔚: ὑπὸ τοῦ F: α Henricus ‖ 15 μὲν ex μὲν οὖν corr. F1 ‖ 16 μὲν om. Ecorr. 𝔚 F1: μὲν τοῦ corr. F1 ‖ ἐξαγαγόντος F ‖ 17 γὰρ τὸ ὑγρὸν F1: ex τοῦ ὑγροῦ γάρ corr. E1 ‖ τὸ] καὶ τὸ ci. Th., cui placet codicis F lectio τὸ ὑγρὸν ‖ 18 ψυχροῦ] τοῦ ψυχροῦ J F 𝔐 𝔙 (ψυχροῦ ex corr.) ‖ τοῦ θερμοῦ ἐκβληθέντος H N  ‖ 19 συνεξατμίζον] συνεξατμίζοντος E ‖ 2Ο ἀλλὰ πήγνυται in ras. 𝔚 ‖ ἐξιόντος] συνεξιόντος 𝔚 ‖ 21 ὀπτόμενος F1 ‖ κέραμος ex κέραμενος corr. E1 ‖ 23 ὅσα] ὅσα ἂν Ecorr.m.1 𝔚 ‖ σκληρὰ in ras N1 ‖ προϋπῆρχεν ex προϋπᾶρχεν corr. F1 ‖ 24 ὀπτόμενος F: (-πτ- in ras. N1) 25 γίγνεται om. 𝔚 ‖ καὶ om. E 𝔚: et Henricus ‖ τοῖς N 26 πήγνυται ex corr. Hrec. ‖ 27 πλεῖον ex πλίων corr. E1 ‖ 28 προσιόντος H N)
135
τοῦ θερμοῦ, οἷον ὁ πηλὸς ὅταν παγῇ· ὅσα δὲ διὰ ψύξιν, καὶ τοῦ θερμοῦ συνεξατμίσαντος ἅπαντος, ταῦτα δὲ ἄλυτα μὴ ὑπερβαλλούσῃ θερμότητι, ἀλλὰ μαλάττεται, οἶον σίδηρος καὶ κέρας. τήκεται δὲ καὶ ὁ εἰργασμένος σίδηρος, ὥστε ὑγρὸς γίγνεσθαι καὶ πάλιν πήγνυσθαι. καὶ τὰ στομώματα ποιοῦσιν οὕτως· ὑφίσταται γὰρ καὶ ἀποκαθαίρεται κάτω [*](383b) ἡ σκωρία· ὅταν δὲ πολλάκις πάθη καὶ καθαρὸς γένηται, τοῦτο στόμωμα γίγνεται. οὐ ποιοῦσι δὲ πολλάκις αὐτὸ διὰ τὸ ἀπουσίαν γίγνεσθαι πολλὴν καὶ τὸν σταθμὸν ἐλάττω ἀποκαθαιρομένου. ἔστιν δʼ ἀμείνων σίδηρος ὁ ἐλάττω ἔχων ἀποκάθαρσιν. τήκεται δὲ καὶ ὁ λίθος ὁ πυρίμαχος ὥστε στάζειν καὶ δεῖν· τὸ δὲ πηγνύμενον ὅταν ῥυῇ, πάλιν γίγνεται σκληρόν. καὶ αἱ μύλαι τήκονται ὥστε δεῖν· τὸ δὲ δέον πηγνύμενον τὸ μὲν χρῶμα μέλαν, ὅμοιον δὲ γίγνεται τῇ τιτάνῳ. τήκεται δὲ καὶ ὁ πηλὸς καὶ ἡ γῆ. ὅσα δʼ ὑπὸ ξηροῦ θερμοῦ πήγνυται, τὰ μὲν ἄλυτα, τὰ δὲ λυτὰ ὑγρῷ. κέραμος μὲν οὖν καὶ λίθων ἐνίων γένη, ὅσοι ὑπὸ πυρὸς τῆς γῆς συγκαυθείσης γίγνονται, οἶον οἱ μυλίαι, ἄλυτα, νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, οὐ παντὶ δὲ ἀλλὰ ψυχρῷ· διὸ ὕδατι καὶ ὅσα ὕδατος εἴδη τήκεται, ἐλαίῳ δʼ οὐ τήκεται· τῷ γὰρ ξηρῷ θερμῷ ἐναντίον ψυχρὸν ὑγρόν. εἰ οὖν ἔπηξεν θάτερον, θάτερον λύσει· οὕτω γὰρ τἀναντία ἔσται αἴτια τῶν ἐναντίων.

[*](29 ὁ om. 𝔙 F ‖ δὲ om. 𝔅1 ‖ 30 ὑγροῦ Ecorr.m.1 𝔚: calido Henricus ‖ συνεξατμίζοντος 𝔐 F N1 ‖ ἅπαντος ἅπαν τὸ ὑγρὸν ci. Th. ‖ ταῦτα — μὴ (31) om. 𝔚, spatio 32 litt. relicto ‖ δὴ Fcorr.m.1 H N ‖ ἄλυτα ex ἀλύεται corr. F1 ‖ 31 μὴ] εἰ μὴ Ecorr.m.1 Fcorr.m.1 H N ‖ 32 καὶ (post δὲ) om.  F ‖ εἰργασμένος N: (ει- ex corr. 𝔙1) ‖ 33 πήγνυσθαι] Al: πήγνυται Ecorr.m.1 𝔚 ‖ 34 κάτωθε F ‖ 383 b 1 ἡ om. 𝔚 ‖ σκωρία ex σκωρεία corr. F1: σκορία H ‖ γίνηται 𝔚 ‖ 2 τοῦτο] τοῦτο τὸ H N: τούτω τὸ 𝔚 ‖ τὸ] τὴν 𝔚 ‖ 4 αμειω E1 ‖ κάθαρσιν 5 καὶ postea add. N1: in ras. 𝔚 ‖ 6 ῥέον ὅταν πηχθῇ N ‖ 6-7 σκληρὸν γίνεται F ‖ 7 αἱ μύλαι] μυλίαι 𝔚 ‖ ὤστε — γίνεται (8) marg. F1 ‖ 8 τῇ] τῷ N ‖ τήκεται — γῆ delere vult Th. ‖ δὲ om. F ‖ 9-10 θερμοῦ ξηροῦ E1 Ap: arido calido Henricus ‖ 10 λυτὰ] Ap: λύεται J F 𝔐 𝔙 ‖ 11 οὗν om. 𝔚 ‖ ὄσα J F 𝔐 𝔙: ἂ AlIBcorr.: οἷον AlB1: οἳ AlW 12 καυθείσης (ut videtur) F ‖ γίνεται F ‖ αἱ Erec. ‖ 13 διὸ ex δὶς corr. N1 ‖ 14 τήκονται (ante ἐλαίῳ) E ‖ ἑλαίῳ— τήκεται supra add. F1 ‖ λαία H1 (ut videtur) N: ἔλαιον 𝔚 ‖ 15 ὑγρόν] θερμὸν 𝔙1 ‖ 16 θατέρω (post θάτερον) Erec. 𝔐 ‖ 16-17 τῶν ἐναντίων αἴτια F)