Mechanica
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Διὰ τί, ἐὰν λίαν μακρὸν τὸ αὐτὸ βάρος, χαλεπώτερον φέρειν ἐπὶ τοῦ ὤμου, κἂν μέσον φέρῃ τις, ἢ ἐὰν ἔλαττον ᾖ ; Πάλαι ἐλέχθη ὡς οὐκ ἔστιν αἴτιον ἢ σάλευσις· ἀλλ’ ἢ σάλευσις νῦν αἴτιόν ἐστιν. Ὄταν γὰρ ᾖ μακρότερον, τὰ ἄκρα σαλεύεται, ὥστε εἴη ἂν καὶ τὸν φέροντα χαλεπώτερον φέρειν μᾶλλον.
Αἴτιον δὲ τοῦ σαλεύεσθαι μᾶλλον, ὅτι τῆς αὐτῆς κινήσεως οὔσης μεθίσταται τὰ ἄκρα, ὅσῳπερ ἂν μακρότερον τὸ ξύλον. Ὄ μὲν γὰρ ὦμος κέντρον, ἐφ’ οὖ τὸ Α (μένει γὰρ τοῦτο), αἱ δὲ Α Β καὶ Α Γ αἱ ἐκ τοῦ κέντρου. Ὄσῳ δ’ ἂν ᾖ μεῖζον τὸ ἐκ τοῦ κέντρου ἢ τὸ Α Β ἢ καὶ τὸ Α Γ, πλέον μεθίσταται μέγεθος. Δέδεικται δὲ τοῦτο πρότερον.
Διὰ τί ἐπὶ τοῖς φρέασι τὰκηλώνεια ποιοῦσι τοῦτον τὸν τρόπον ; προστιθέασι γὰρ βάρος ἐν τῷ ξύλῳ τὸν μόλιβδον, ὄντος βάρους τοῦ κάδου αὐτοῦ, καὶ κενοῦ καὶ πλήρους ὄντος. Ἥ ὅτι ἐν δυσὶ χρόνοις διῃρημένου τοῦ ἔργου (βάψαι γὰρ δεῖ, καὶ τοῦτ’ ἄνω ἑλκύσαι) συμβαίνει καθιέναι μὲν κενὸν ῥᾳδίως, αἴρειν δὲ πλήρη χαλεπῶς;
Λυσιτελεῖ οὖν μικρῷ βραδύτερον εἶναι τὸ καταγαγεῖν πρὸς τὸ πολὺ κουφίσαι τὸ βάρος ἀνάγοντι. Τοῦτο οὖν ποιεῖ ἐπ’ ἄκρῳτῷ κηλωνείῳ ὁ μόλιβδος προσκείμενος ἢὁ λίθος. Καθιμῶντι μὲν γὰρ
γίνεται βάρος μεῖζονἢ εἰ μόνον κενὸν δεῖ κατάγειντὸν κάδον· ὅταν δὲ πλήρης ᾖ, ἀνάγει ὁ μόλβδος, ἢ ὅ τι ἄν ᾖ τὸ προσκείμενον βάρος. Ὤστ’ ἐστὶ ῥᾷον αὐτῷ τὰ ἄμφωἢ ἐκείνῳ.Διὰ τί, ὅταν φέρωσιν ἐπὶ ξύλου ἤ τινος τοιούτου δύο ἄνθρωποι ἴσον βάρος, οὐχ ὁμοίως θλίβονται, ἐὰν μὴ ἐπὶ τῷ μέσῳ ᾖ τὸ βάρος, ἀλλὰ μᾶλλον ὅσῳ ἄν ἐγγύτερον ᾖ τῶν φερόντων; Ἥ διότι μοχλὸς μὲν γίνεταιοὕτως ἐχόντωντὸ ξύλον, τὸ δὲ βάρος ὑπομόχλιον, ὁ δὲ ἐγγύτερος τοῦ βάρους τῶν φερόντων τὸ βάρος τὸ κινούμενον, ἄτερος δὲ τῶν φερόντων τὸ βάρος ὁ κινῶν.