Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πάλιν καὶ ὅτι ἐστὶν ἐμπόδιον ἡ ἡδονή, οὐκ ἔφασαν αὐτὴν ἀγαθὸνεἶναι. τὸ δʼ ἐμπόδιον φάσκειν εἶναιδιὰ τὸ μὴ ὀρθῶς σκοπεῖν φαίνετʼ αὐτοῖς. οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,

ἀλλʼ οὕτω μὲν καὶ ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέραις ἐνεργεῖν. ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν ἀπὸ τῆς ἐπιστήμης ἡδονήν; καὶ πότερον ἐμπόδιον ἔσται; ἢ οὔ, ἀλλὰ μᾶλλον πράξει;

ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα [*](1205b, 29—37 ═ E. N. 1153a, 27 — 35. b, 25—28 || 38—1206a, 25 ═ E. N. 1153a, 20—23, cf. Ramsauer p. 19.) [*](25 γὰρ] δὲ? Susem. || 27. βέλτιστοι, ut videtur, P2, βελτίους τε Ald. || 30. δὴ] δὲ? Susem. || 33. ἀγαθὸν Rassovius, γʼ ἀγαθὸν coniecerat Casadbonus, τἀγαθὸν Π Ald. Bk. Bu. δεῖ P2 (haud recte), δὴ M || 1206a, 2. τοῦ δʼ M Ald. et pr. Kb, το δʼ corr. Kb || 11. τὰ om Π2P2.)

77
οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος. ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγκην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.

ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν. διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.