Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομέ- νοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συ- νεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐ- τῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.

Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνήρει ὅλως καὶ οὐκ ἔφη [*](1200b, 4—19 ═ E. N. 1145a, 15—b, 7 || 20—1204a, 18. cf. Ramsauer p. 32—36 || 20—38 ═ E. N. 1145b, 21—31.) [*](1200b, 1. αὕτη Π1Va., ἡ τοιαύτη 3. οὐκ ἐναντιοῦται Ald. et pr.Kb (em. corr.) || 9. δὲ ἡ] δὲ Π2, δὴ Spengelius || 13. δέ] οὖν Π2P2 || 14. τῆς ἀρετῆς Π1Va., τῶν ἀρετῶν 15. βελ- τίων P2Ald.Va., βέλτιστον Spengelius || 17. δὴ KbAld. || 18. καὶ om. KbPb, non vert. Va. || 20. ἂν add. Bk. || 22. καὶ ἐναντιου- μένων om. Π1 Va.Bk.Bu.)

60
ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτʼ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἴδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ ᾤετ᾿ εἶναι ἀκρασίαν·

οὐ δὴ ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.