Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ [*]((IV)) ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·

οὐ γὰρ [*](1200a, 35—b, 4. cf. E. N. 1102b, 14—28. 1119b, 15 sqq. 1150b, 29—1151a, 28. 1151b, 333—1152a, 3.) [*](19. οὔ add. Bonitzius Bu., corruptelam suspicatus est ian Casaubonus, φησίν potius sect. Scaliger, prb. Ramsauer 22. γὰρ Spengelius, δὲ ΠAld.Bk.Bu. || 28. χρήσηται Π1Pb (crx. rc. Kb) ὀρθῶς om. KbAld. Va. || 29. δὴ ἡ Spengelius, δʼ ἡ Ald., δ KbP2Bk.Bu. || ἡ alterum om. KbP2Bk.Bu. || 30. ὥστε Π2KbVa., ὥστʼ P2, ὥσπερ Ald.Bk.Bu. || ἡμῖν Π1Va., ἡ μὲν Π2 || 31. ἡ] Bas.2 Bk. || 37. καὶ post δὲ add. Π1Va.Bk.Bu., om. Π2, secl. Spengelius || ἡ ἀρετὴ — 38. ἄτοποι corrupta esse suspicatur Sylburgius, εἰ ἀρετὴ καὶ ἡ] κακία, αὗταί εἰσιν ἄτοποι aut εἰ ἀρετὴ καὶ [ἡ] κακία αὗται, ἐστὶν ἄτοπον ci. Spengelius.)

59
ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ [*](1200b) ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.

— ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, κακία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.