Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.

δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου· ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλʼ ὤριστται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἢν δεῖ ὑπάρχειν τῷ μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχιν ὑκάρξαι. εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυβερνᾶν, “οὐ γὰρ ἔχεις” εἴποι ἄν τις “οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν”.

ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἀπλῶς ἀγαθὰ προσφερομένους, ἀλλʼ εἰ μέλλει τις ὑγιαίνεον τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἀπλῶς τῶν τοιούτων, ὅσσῳ εὐκινητότερον καὶ [*](8. ἑαυτὸν Π2 || 9. τοὺς φίλους Π2 || 11. μὲν post ἀδικία 17. δὲ? Susem. || 21. ὥρισται] ὡς εἴρηται ΚbAld. Va. || 30. τὸ] τῶ Π2 || 31. οὐκ add. Mb.)

57
εὐμεταβολώτερον ψυχὴ σώματος; ὥσπερ γὰρ ὁ φαῦλος τὸσᾶμια οὔτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυχὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιούτων ἔχων.