Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτωον.
διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον· οἷς γὰρ μή ἐστιν ὁ λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κατὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλʼ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λόγου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.
[*](34—1199a, 3 ═ E. N. 1143a, 19—24 || 1199a, 4—13 ═ E. N, 1142a, 31—b, 33.)[*](29. ἠβούλετο Π2ZP2 Ald. || 30. τῷ falsum, καὶ Casaubonus, secl. Srengelius || 34. ταῦτα Π || 35. καὶ post δίκαια add. Π2 Ald., om. P Va.Bk. Bu. || 37. καὶ γιγνώσκων Π1 Va., om. (nescio an recte) 1199a, 1. τῆς ante ἐπιεικείας add. KbP2 || εὐγνωμοσύνης ἡ ἐπιείκεια dubitanter ci. Spengelius || 2. κρίναι KbP2 δʼ ἤδη Π2P2 || [καὶ] κατὰ Susem., κατὰ P2Bk.Bu., καὶ κατὰ KbAld. Va. et pr. Pb, τὸ κατὰ Mb et corr. Pb || 8. πρακτοῖς P2 et γρ. Victorius, πρακτικοῖς c. c. Bk.)πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ ἀποδιδόναι (λέγω δέοἷον, ὁποῖος ἂν ᾖἕκαστος, τοιοῦτονγινόμενον ἐντυγχάνειν); ἢ οὔ; τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δόξειεν ἂν εἶναι· ἀλλὰ τὸ κεπʼ ἀξίαν ἑκάστῳἀποδιδόναι τὴν ἔντευξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἀπλῶς ἂν δόξειεν εἶναι.
ἀπορήσειε δʼ ἄν τις καὶ τοῦτο.
εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὡς καὶ οὗ ἕνεκα, ἔστι δʼ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά· τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως· ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.
ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν τῷ ἀδίκῳ ἡ φρόνησις; οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθὸν,· ἀλλὰ διαμαρτάνει.
τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατʼ ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλʼ ὅμως οὐκ ἔχομεν τὴν ἰαπτρικὴν ἐπιστήμην· οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθʼ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτʼ ἀμαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ· ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη. τὰ μὲν οὖν ἀπλῶς. ὑχπιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ ἰατρικὴ ἐπιστήμη·
ὡς δʼ αὕτως ὁ ἄδικος. ὅτι μὲν οὖν ἀπλῶς 1159b καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλʼ [*](14. ποτε om. MbBk.Bu. ||〈ἔν〉 τῇ ci. Spengelius (nescio an recte) || 15. οἷον om. MbP2 || 20. ὣς] KbAld. Va., ὅσον Π2, ὃς P2 || 32. ἐλέβορος MbP2 || 33. καύσεις Π1Va., κλύσεις || ὑγιεινά Sylburgius, ὑγιειναί ΠAld.Va. || 34. ποιητικαί Π2P2 || 36. ἐστὶ] ὅτι KbAld. || 1199 b, 1. ὡς δʼ οὕτος Ald., ὡσαύτως δʼ Π2 || οὖν aut puncto ante ὅτι deleto secludendum aut in γὰρ mutandum esse ci. Spengelius.)
ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ. εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ ἂν δόξειεν ἀδικεῖν.
ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.
δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου· ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλʼ ὤριστται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἢν δεῖ ὑπάρχειν τῷ μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχιν ὑκάρξαι. εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυβερνᾶν, “οὐ γὰρ ἔχεις” εἴποι ἄν τις “οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν”.
ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἀπλῶς ἀγαθὰ προσφερομένους, ἀλλʼ εἰ μέλλει τις ὑγιαίνεον τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἀπλῶς τῶν τοιούτων, ὅσσῳ εὐκινητότερον καὶ [*](8. ἑαυτὸν Π2 || 9. τοὺς φίλους Π2 || 11. μὲν post ἀδικία 17. δὲ? Susem. || 21. ὥρισται] ὡς εἴρηται ΚbAld. Va. || 30. τὸ] τῶ Π2 || 31. οὐκ add. Mb.)
ἔχει δὲ καὶ τὸ τοιοῦτον ἀπορίαν, οἷον ἐπειδὰν μὴ ᾖ ἅμα πρᾶξαι τἀνδρεῖα καὶ τὰ δίκαια, πότερʼ ἄν τις πράξειεν; ἐν μὲν δὴ ταῖς φυσικαῖς ἀρεταῖς ἔφαμεν τὴν ὁρμὴν μόνον [δεῖν] τὴν πρὸς τὸ καλὸν ὑπάρχειν ἄνευ λόγου· ὁ δʼ [*](1200a) ἐστὶν αἵρεσις, ἐν τῷ λόγῳ καὶ τῷ λόγον ἔχοντι ἐστίν. ὥστε ἅμα τὸ ἑλέσθαι [καἴ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὑκ ἄνευ δὲ τῆς φυσικῆς ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.
οὐδʼ ἐναντιώσεται ἀρετὴ ἀρετῇ. πέφυκεν γὰρ ὑπείκειν τῷ λόγῳ, [ἢ] ὡς οὗτος προστάττει, ὥστ᾿ ἔφʼ ὃ ἂν οὗτος ἄγη, ἐπὶ τοῦτο ἀποκλίνει. τὸ γὰρ βέλτιον οὗτός ἐστιν ὁ αἱρούμενος. οὔτε γὰρ ἄνευ τῆς φρονήσεως αἱ ἄλλαι ἀρεταὶ γίνονται, οὔθʼ ἡ φρόνησις τελεία ἄνευ τῶν ἄλλων ἀρετῶν, ἀλλὰ συνεργοῦσί πως μετ᾿ ἀλλήλων ἐπακολουθοῦσαι τ φρονήσει.
οὐχ ἧττον δὲ καὶ τὰ τοιαῦτα ἀπορήσεται, πότερόν ποτε καὶ ἐπὶ τῶν ἀρετῶν οὕτως ἔχει ὥσπερ ἐπὶ τῶν ἄλλων ἀγαθῶν τῶν τʼ ἐκτὸς καὶ τῶν περὶ σῶμα. ταῦτα γὰρ εἰς ὑπερβολὴν γινόμενα χείρους ποιεῖ, οἷον πλοῦτος πολὺς γενόμενος ὑπερόπτας καὶ ἀηδεῖς ἐποίησεν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἀρχῆς τιμῆς κάλλου μεγέθους.
πότερον οὖν καὶ ἐπʼ ἀρετῆς [*](38. τὸ σῶμα Ald., τὰ σώματα Kb, τῶ σώματι Π2P2 || 36. ᾖ] εἴη Kb, om. M || ἅμα] ἄλλα KbAld.Va. | 1200a, 1. δεῖν secl. Srengelius Susem. || τὴν om. Π1 || 〈ἐν〉 ᾧ Srengeluis || 2. προαίρεσις vel ἡ προαίρεσις Srengelius || τῷ λόγῳ καὶ secludenda esse ci. Spengelius, τῷ ἀλόγῳ καὶ 〈ἐν〉 male ci. Scaliger || 3. ἅμα τὸ Rieckher, ἄμα καὶ τὸ mg. Bas.3, τὸ ἄμα ΠAld.Bk.Bu., 〈ᾧ〉 ἄμα τὸ olim. ci. Rassovins, 〈εἰ〉 ἄμα τὸ Spengelius || καὶ ante παρέσται add. KbAld., c.c.om. Bk. Bu., ante τὸ Transponendum esse ci. Susem. || 5. ἀρετὴ ἀρετῆι KbVa, ἀρετῆ ἀρετὴ Π2P2 ἀρετῇ Ald. || 6. [ἢ] aut ἢ 〈ὑπηρετεῖν〉 vel ἢ 〈ὑπακούειν〉 vel ἢ 〈πείθεσθαι〉 vel simile quid Bonitzius, recte, quapropter ἢ sect. Susem. || προστάττει Π1Va., πράττει || 7. ὃ] ὡι Π1 || 12. ἀπορήσειεν ἄν τις Spengelius 17. μεγέθους sect. Spengelius. )
ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.
τὸ δʼ ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταῖ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστʼ οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.