Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐλλείπ των οὖν τῷ φιλεῖν διʼ ἀδυναμίαν καὶ ἐγκλήματʼ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλʼ τῷ γε λόγῳ· ἧ δὲ φιλία οὐ τοῦτο βούλεται.

ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύσασθπι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον λυπεῖσθαι. οὔτʼ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμμέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμ πρὸς τὸ φιλεῖν.

μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆσθαι. ἔστι δʼ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ ακέψις, ἀλλʼ ἐν μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. οὐκ ἐγκαλοῦοι δὲ ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοὕτον οἷον ἀξιοῦσιν ἐν ἐνίαες, ὥσπιρ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν [*](1213 b, 3–17 ═ E. E. 1245b, 20–1246a, 25. E. N. 1170b, 20–1171b, 28.) [*](27. τὰ om. KbP2 ||1213b, 2. ὁ] καὶ ὁ Ald. (haud male) 4. δεῖ [ἀεί] Va. Bu., δέοι ἂν Rassovius (fors. recte), δεῖ εἷναι olim ci. Bonitzius 8. ἂν Π2 P2 || 10. ἁπάντων Kb Va.(?), ἐπὶ πάντων Π2 P2 Ald. (fors. recte) || τὸ Π2 || 17. αὑτοῦ? Susem. || 18. σκεπτέον ἂν εἴη] εἴη σκεπτέον Kb Ald. || χρήσασθαι Π2)

100
ἔγκλημα·

ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ πααπτρὸς πρὸς υῖὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ βελτίονος. οὐχ ἕξουσιν δὴ τὰ τοιαῦτα ἐγκλήμεπτα. ἀλλʼ ἐν τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ 〈τοι〉αύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγκλημα. ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ. **.

[*](24. ἐν δὲ] ἐν γὰρ Susem. || 27. δὴ Bontrius, οὖν P2, itaque Va, γὰρ Ald., δὲ c. c. Bk. || 28. ἐν τῇ Sylburgius, τῇ ἐν Π Ald, τῇ Camot. || τοιαύτη Bonitzius, αὐτῇ Π Ald.Bk. || 30. φίλοις om. Mb.Bk. Bu. (fors. recte).)