Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.

— ἔστιν δʼ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.

— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ περί τι ἄλλο τοιοῦτον.

πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά. εἰ γὰρ ἐννοοῦσιν ἀμφότεροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν; ἢ οὔ; ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.

ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. περὶ ἄρχοντος ἄρα κατάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.

[*](13–27 ═ E. E. 1241a, 15–33. E. N. 1167a, 22–b, 16.)[*](4. οὐ—6. Δαρεῖον respicere videtur Mich. Eph. in E. N. IX, 5. 1166 b, 30 f. 152r || 7. γίνοιτο? Susem. || δʼ] γὰρ? Susem. || 13. τῆς om. Mb Bk. Bu. || 17. ἐπεὶ περί τι (περὶ τὶ P2) CvP2, ἤπερ εἴ τι, ut videtur, Va., ἐπείπερ εἴτι c.c. Bk. Bu. || 18. 〈τὸ〉 τοιοῦτον Spengelius || 19. πρακτικοῖς Π1 (crx. rc. Kb) || οὐχ ᾗ νοοῦσι CcP2 et, ut videtur, rc. Pb ( super foramine), οὐχὶ νοοῦσι Mb et, ut videtur, pr. Pb, οὐκ ἐννοοῦσι Ald., οὐκ εὐνοοῦσι Κb, οὐκ ἐννοοῦσι aut οὐχὶ νοοῦσι Va. || 20. ταὐτὸν νοεῖν Bk., ταὐτὸ νοεῖν Casaubonus, τὸ ταυτὸν νοεῖν KbP2 Cv, τὸ ταυτονοεῖν Ald., τὸ ταυτὸν ἐννοεῖν Π2 || 25. πρακτοῖς rc. Kb, πρακτικοῖς c. c. Bk. Bu. || ἄρα] γὰρ? Susem. || 26. ἐν πρακτοῖς )
96

ἐπεὶ δʼ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές. ὁ μὲν οὖν φαῦλος φίλαντος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν πάντα πράττει)· ἀλλʼ οὐχ ὁ σπουδαῖος. διὰ τοῦτο γάρ ἐστι σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φίλαυτος.

ἀλλʼ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴονται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. τοῦτο δέ ἐστι μάλιστα φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. ὁ μὲν οὖν σπουδαῖος ἐκστήσεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῇκον αὑτῷ μάλιστα, ἀλλʼ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ χρῆσθαι· οἱ δʼ ἄλλοι τοῦτο οὐ ποιήσουσι διʼ ἄγνοιαν (οὐ γὰρ [*](1212b) οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ φιλοτιμίαν τοῦ ἄρχειν.

ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά. ἀλλʼ εἰ ἄρα, κατὰ τὸ καλόν. τούτου γὰρ μόνον ἄλλῳ οὐκ ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται.

τὴν μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαντος ἔσται· τὴν δὲ κατὰ τὸ συμφέρον καὶ καθʼ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.

— πότερον δέ ποπε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φαμεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει.

ναί, ἀλλʼ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν [*](28–1212b, 23 ═ E. N. 1163a, 28–1169 b, 2.) [*](rc. Kb, ἐν τοῖς πρακτικοῖς P2 Ald., ἐν πρακτικοῖς c. c. Bk. Bu., secludenda esse ci. Susem. || 31. ἔσται Π1 Va. || 35. δεῖν ante αὑτοῖς || 37. αὑτῷ Susem., αὐτῷ cet. || 1212 b, 1. χρήσεσθαι ci. Sylburgius || 4. εἰ Π1 Va., ἢ Π 2 || 5. τὰ] κατὰ Scaliger, ποῦ— συμφέροντος—ἡδέος Spengelins, alterutrum, nisi fallor, verum || 9. αὑτὸν Π2 || 10. ὃς Mb et corr. Pb || ὃς Mb et corr. Pb, om. pr. Kb (ὡς suppl. rc.) || 12. τὸν–13. φίλφ om. P2 || 13. ἀλλʼ ἢ Ald., ἀλλὰ KbVa.)

97
περιποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. ἔστι μὲν οὖν ὡς τὸν φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα περιποιεῖται κάλλιστα ὄντα.

ἔστι μὲν οὖν καὶ φιλάγαθος, οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι ἀγαθός. ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει διʼ ὃ φιλήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλʼ ἄνευ τούτων αὐτὸς ἑαυτὸν φιλήσει, αὐτός. διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο φίλαυτος.

ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί·

  • “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;”
  • ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει.

    εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέχεται ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.

    ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτʼ ἐκεῖ ὀρθῶς οὔτʼ ἂν ἐνταῦθα εἴη χρήσιμος· οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐτάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτʼ οὐδʼ ἡμεῖς οὐδενὸς δεησόμεθα.

    ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ [*](1212b, 24–1213b, 2 ═ E. E. 1244b, 1–1245b, 19. E. N. 1169b, 3—1170b,19. 1171a, 21—b, 28. cf. Ramsauer p. 51—54. || 37–1213a, 4 ═ Met. 1072b, 20 sqq. 1074b, 15–1075a, 10. cf. E. E. 1245b, 16—19.) [*](14. ταύτῃ] καὶ ταύτηι Kb Va., ταύτῃ οὐκ P2 Ald. || 14. et 15. ὃς Mb et corr. Pb || 16. γὰρ om. Mb Bk. Bu. || 18. καὶ secludendum esse, si 19. οὐ retineretur, olim ci. Rassovius || 19. οὐ Π1 Va., ὁ Π2, εἰ olim ci. Rassovius || οὐ φίλαυτος—εἴπερ] φίλαυτος μόνον, ἐπείπερ ci. Sylburgius 22. οὕτως Ald. Va. et pr. Kb (crx. rc.) || 24. εἰπεῖν ante ὑπὲρ Mb Bk.Bu., om. Kb Ald. || 27. οἱ om. Π2 || 37. γὰρ] δὲ? Susem. || τοῦ om. Π2. )

    98
    λεγόμενος. ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν αὐτάρκης τί ποιήσει; οὐ γὰρ καθευδήσει. θεάσεται δή τι, [*](1213a) φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον τί οὖν θεάσεται; εἰ μὲν γὰρ ἄλλο τι θεάοεται, βέλτιον θεώσεταί τι αὑτοῦ. ἀλλὰ τοῦτʼ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον. αὐτὸς ἑαυτὸν ἂρα θεάσετα ἀλλʼ ἄτοπον· καὶ γὰρ ὁ ἄνθρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ ἐπιτιμῶμεν. ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν θεώμενος.

    τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.

    ” ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες·

    τοῦτο δὲ γίνεται δι᾿ εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.