Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐχόμενον δ' ἂν εἴη νῦν εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστατοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φιλία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸ δʼ εἷς ἐστιν ἕκαστος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδτκία· ἔσει μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἷναι πρὸς αὑτὸν τὴν ἀδικίαν.

ὁμοίως οὖν τούτφ καὶ ἡ φιλία [*](1211a, 6–15 ═ E. N. 1159b, 24–1161b, 10 || 16–1211b, 3 ═ E. N. 1168a, 35–1169b, 2. cf. 1166a, 1—b, 29. E. E. 1240a, 8–b, 39.) [*](om. Π2 Dc Bar. || αὐταῖς εἰσιν Ald., ταυτῶ ἐστιν P2 || 7. περ mg. Bas. 3, περὶ Π1 || 8. φίλων Kb P2 Va. || 13. οὐδὲν post αὐτοῖς P2 || 18. τὸ —19. ἔκαστα om. Ald. || 20. καὶ τὸ εἶναι post εὁ εἶναι P2 || 21 αὐτοὶ post ἡμῖν P2 || 21. δὲ Bonitzius, γε Bk. Bu., τε Π1 (τὲ P2) || 22. βουλόμεθα—23. ἂν om. P2 || 23. βουλόμεθα Kb || 24. ἔστιν ὡς ἔστι] ἔστιν ὡς P2 et pr. Kb, ὡς ἐστιν rc. Kb || 28. φαμὲν Kb P2 Cv.)

93
δόξειεν ἂν εἶναι πρὸς αὑτόν. ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου· ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω μέρη, τότʼ ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται)· ὥστε μιᾶς γενομένης ἔσται πρὰς αὑτὸν φιλία.

αὕτη δʼ ἔσται ἡ πρὸς αὑτὸν φιλία ἐν τῷ σπουδαίφ· τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι, ἐπεὶ ὅ γε φαῦλος οὐδέποτʼ ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχεται γὰρ ἀεὶ ἑαυτῷ. ὁ γοῦν ἀκρατής, ὅταν πράξῃ τι τῶν καθʼ ἡδονήν, μετʼ οὐ πολὺ μεταμελεῖται καὶ κακίζει αὐτὸς [*](1211b) αὑτόν· ὁμοίως ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει. διατελεῖ γὰρ αὐτὸς αὑτῷ μαχόμενος καὶ ἐναντιούμενος.