Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἔτι τὸ εὐποιητικὸν εἶναι βέλτιον ἢ τὸ μή· ὁ μὲν οὖν φιλῶν εὐποιητικός, φιλεῖ, ὁ δὲ φιλούμενος, φιλεῖται, οὔ.

— ἀλλʼ οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπεροχήν τινα εἶναι· ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγεται.

καὶ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν οἱ ἐν ὑπεροχῇ ὄντες· ἀντιδιδόναι γὰρ ἐν οἷς ὑπερέχουσιν τοῖς φιλοῦσιν αὐτούς. ἔτι [*](1210b, 6—32 E. E. 1239a, 21—b, 6.E.N. 1159a, 13—b, 1. 29. ὧν om. Π1 et pr P (suppl.rc.) || 33. σοί] σέ Mb, σὲ P 1210b, 4 τινὶ om. 7. 〈μεθʼ〉 ἡδονῆς? Fritzscheus (in ed. E. E. p. 214) || 10. τὸ alterum om. KbAld.)

91
δὲ καὶ ἥττους αὐτῶν εἰσίν· διὸ οὐκ οἴονται δεῖν φιλεῖν ἀλλὰ φιλεῖσθαι. ὁ δʼ ἐνδεὴς χρημάτων ἢ ἡδονῶν ἢ ἀρετῆς θαυμάζει τὸν ὑπερέχονται τούτοις, καὶ φιλεῖ διὰ τὸ τούτων ἢ τυγχάνειν ἢ οἴεσθαι τεύξεσθαι.

εἰσὶν δὲ καὶ τοιαῦται φιλίαι ἐξ ὁμοιοπαθείας, ἐκ τοῦ τἀγαθὸν βούλεσθαί τινι εἶναι. οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη φιλία πάντα ταῦτα ἔχουσα· πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετʼ ἄλλου.

ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατʼ ἀρετὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει· καὶ γὰρ συζῆν μετʼ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθʼ ἂν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.

πότερον δʼ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δʼ ἐροῦμεν. πάντα δὲ βουλόμεθα ἡμῖν αὐτοῖς· καὶ γὰρ συζῆν μεθʼ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦτο καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀγαθόν, οὐκ ἄλλῳ τινί.

ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν τοιούτων, εὐθὺς λυπούμεθα. διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.

τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ [*](1211a) τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς φιλίαν ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βούλεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.

[*](33 —1211a, 5 ═ E. E. 1240a, 8–b, 39. E. N. 1166a, 1–b, 29.)[*](21. φιλῶν δὴ τούτων ἢ τυγχάνει ἢ οἴεται Scaliger || 23. τἀγαθοῦ pr. Kb (crx. rc.), τἀγαθὰ editiones || 29. καὶ prius om. Π2 || 33. αὐτῷ Ald. Va. et rc. Kb, αὐτὸ (αὐτο PbP2) Π2 P2 et pr. Kb || φιλία prius del. Sylburgius Bk. Bu. || 36. καὶ τὸ εὖ ζῆν post καὶ τὸ ζῆν P2 (nescio an recte) || τῷ—τῷ—τῷ Scaliger || 1211a, 3. γὰρ Va. et rc. Kb, om. pr. Kb, δὲ c. c. Bk. Bu. || 4. καὶ post γὰρ om. Π1Bk. Bu. || συζῆν Π1 Va., ζῆν Π2 || 5 καὶ τὸ εὖ—b, 8. εἶναι)
92

φιλίαν εἶναι· διὸ καὶ ὅσα περ δικαίων εἴδη, τοσαῦτα καὶ φιλιὧν. τὸ δὴ δίκαιδν ἐστιν καὶ ξένῳ πρὸς πολίτην καὶ δούλῳ πρὸς δεσπότην καὶ πολίτῃ πρὸς πολίτην καὶ υἱῷ πρὸς πατέρα καὶ γυναικ πρὸς ἄνδρα, καὶ ὅσαι ἁπλῶς ἄλλαι κοινωνίαι καὶ φιλίαι ἔνεισιν ἐν ἑκάστοτς τούτων.

βεβαιοτάτη δʼ ἂν δόξειεν εἶναι τῶν φιλιῶν ἡ ξεντκή· οὐ γάρ ἐστιν σὖδὲν αὐτοῖς τέλος κοινὸν ὑπὲρ σὖ ἀμφισβητοθσιν, οἷον ἐν τοῖς πολίταις· διαμφισβητεῦντες γὰρ πρὸς ἀλλήλους κατὰ τὴν ὑπεροχὴν οὐ μένουσιν φίλοι ὄντες.

ἐχόμενον δ' ἂν εἴη νῦν εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστατοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φιλία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸ δʼ εἷς ἐστιν ἕκαστος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδτκία· ἔσει μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἷναι πρὸς αὑτὸν τὴν ἀδικίαν.