Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐπεὶ δ᾿ οὖν ὑπὲρ ἀρετῆς εἴρηται**, μετὰ τοῦτ᾿ ἂν εἴη σκεπτέον πότερον δυνατὴ παραγενέσθαι ἢ οὔ, ἀλλ᾿ ὥσπερ Σωκράτης ἔφη, οὐκ ἐφ᾿ ἡμῖν τὸ σπουδαίους εἶναι ἢ φαύλους. εἰ γάρ τις, φησίν, ἐρωτήσειεν ὁντιναοῦν πότερον ἂν βούλοιτο δίκαιος εἶναι ἢ ἄδικος, οὐθεὶς ἂν ἕλοιτο τὴν ἀδικίαν.

ὁμοίως δ᾿ ἐπ᾿ ἀνδρείας καὶ δειλίας καὶ τῶν ἄλλων ἀρετῶν ἀεὶ ὡσαύτως. δῆλον δ᾿ ὡς εἰ φαῦλοί τινες εἰσίν, οὐκ ἂν ἑκόντες εἴησαν φαῦλοι· ὥστε δῆλον ὅτι οὐδὲ σπουδαῖοι.

— ὁ δὴ τοιοῦτος λόγος οὐκ ἔστιν ἀληθής. διὰ τί γὰρ ὁ νομοθέτης οὐκ ἐᾷ τὰ φαῦλα πράττειν, τὰ δὲ καλὰ καὶ σπουδαῖα κελεύει; καὶ ἐπὶ μὲν τοῖς φαύλοις ζημίαν τάττει, ἂν πράττῃ, ἐπὶ δὲ τοῖς καλοῖς, ἂν μὴ πράττῃ; καίτοι ἄτοπος ἂν εἴη ταῦτα νομοθετῶν, ἃ μὴ ἐφ᾿ ἡμῖν ἐστι πράττειν.

ἀλλ᾿ ὡς ἔοικεν, ἐφ᾿ ἡμῖν τὸ σπουδαίοις εἶναι καὶ τὸ φαύλοις. — ἔτι δὲ μαρτυροῦσιν οἵ τ᾿ ἔπαινοι καὶ οἱ ψόγοι γινόμενοι. ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κακίᾳ ψόγος· ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις· ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ᾿ ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι πράττειν καὶ τὰ φαῦλα.