Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τέ ἐστιν ἡ ὠριτή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γικόμενα. ἔστιν δ᾿ ἃ γίκεται ταῦτα, πάθη δυνάμεις ἕξεις· ὥστε δῆλον ὅτε τού- των ἄν τι εἴη ἀρετή.

πάθη μὲν οὖν ἐστιν ὀργὴ φόβος μῖσος πόθος ζῆ λος ἔλεος τὰ τοιαῦτα, οἷς εἴωθεν παρακολουθεῖν λύπη καὶ ἡδονή· δυνάμεις δὲ καθ᾿ ἂ παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ᾿ ἃς δυναταί ἐσμεν ὁργισθῆναι λυπηθῆ- ναι ἐλεῆσαι, [καὶ]τὰ τοιαῦτα·

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργι- ζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν. τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παν- τελῶς ἀναλγήτως ἔχειν.