Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἠθικὴ γὰρ καλεῖται διὰ τὸ ἐθίζεσθαι. ᾧ καὶ δῇλον ὅτι οὐδεμία ἡμῖν τῶν ἀρετῶν τῶν τοῦ ἀλόγον μέρους φύσει ἐγγίνεται· οὐθὲν γὰρ τῶν ὄντων φύσει ἔθει ἄλλως γίνεται. οἷον ὁ λίθος καὶ ὅλως τὰ βαρέα πέφυκε κάτω [*](33—37 Ε Ε. 1220a, 34—39. Ε Ν. 1104b, 4—11Ο5a, 13 || 38—1186a, 8 Ε. Ν. 1103a, 14—23 Ε. Ε 1220a, 39—b, 6. cf Ε. Ν 1104b, 4 sqq.) [*](22. ἐπὶ ante ἀνδρείως om. Π2 Βκ. Bu. 26. αὔτε ὁ] ὁ οὔτε ci. et ὁ alterum secl. Spengelius || ταὔτ᾿ Va. Bonitzins, ταῦτ᾿ Ald. Bk. || 27. παντὸς ci. Spengelius || 38. τὰς ἐπωνυμίας post ἔχει Mb Bk.Bu 1186a, 3. τῶν post ἀρετῶν om. Mb Ald. )

15
φέρεσθαι· ἄν τις οὖν· ἄνω ῥίπτῃ πολλάκις καὶ ἐθίζῃ ἄνω φέρεσθαι, ὅμως οὐκ ἄν ποτε ἄνω ἐνεχθείη, ἀλλ᾿ ἀεὶ κάτω. ὁμ??ίως [καὶ] ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.

μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τέ ἐστιν ἡ ὠριτή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γικόμενα. ἔστιν δ᾿ ἃ γίκεται ταῦτα, πάθη δυνάμεις ἕξεις· ὥστε δῆλον ὅτε τούτων ἄν τι εἴη ἀρετή.

πάθη μὲν οὖν ἐστιν ὀργὴ φόβος μῖσος πόθος ζῆ λος ἔλεος τὰ τοιαῦτα, οἷς εἴωθεν παρακολουθεῖν λύπη καὶ ἡδονή· δυνάμεις δὲ καθ᾿ ἂ παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ᾿ ἃς δυναταί ἐσμεν ὁργισθῆναι λυπηθῆναι ἐλεῆσαι, [καὶ]τὰ τοιαῦτα·

ἕξεις δ᾿ εἰσὶν καθ᾿ ἃς πρὸς ταῦτα ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν λίαν ἀργίλως, κακῶς ἔχομεν πρὸς ὀργήν, εἰ δ᾿ ὅλως μὴ ὀργιζόμεθα ἐφ᾿ οἷς δεῖ, καὶ σὕτως κακῶς ἔχομεν πρὸς ὁργήν. τὸ ἄρα μέσως ἔχειν τὸ μήτε λίαν ὑπεραλγεῖν μήτε παντελῶς ἀναλγήτως ἔχειν.

ὅταν οὖν οὕτως ἔχωμεν, εὖ διακείμεθα. ὁμείως δὲ [καὶ] πρὸς τὰ ἄλλα τὰ ὅμοια. τὸ γὰρ εὐόργητον καὶ τὸ πρᾶον ἐν μεσότητί ἐστιν ἀργῆς καὶ ἀναλγησέως τῆς πρὸς ὀργήν. ὁμοίως [καὶ] ἐπ᾿ ἀλαζονείως καὶ κς. τὸ μὲν γὰρ πλείω προσποιεῖσθαι τῶν ὑπερχόντων ἔχειν ἀλαζονείας, τὸ δὲ ἐλάττω εἰρωνείας· ἡ ἄρα μεσότης ἡ τούτων ἡ ἀλήθεια ἐστίν.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πάντων. τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν·

πρὸς [*](1186a, 9—17 = Ε. Ν. 1105 b, 19—1106 a, 12 cf. Ε. Ε. 1220b, 7—20 || 17—32=Ε. Ν. 1106a, 26—b, 35. Ε. Ε. 1220 b, 21—35. 1222a, 13—b, 17.) [*](6. ἄν] εἴ Π2, ἄν—7. φέρεσθαι om pr. Kb, suppl. mg. re. Kb, sed οὖν om. etian hie corrector, οὖν ἄνω om Ald. || ἐθίζει Π2 || 3. καὶ om. Kb Ald. || 12. τι Bas.3, τις Π Ald. || 16. καὶ om. Kb P2 Bk. Bu. (fers. hand reete) || 20. ἔχον Pb Cc Ald. et pr. Kb (crx. rc). 22. καὶ om. Π (in spatro triun litterarun P2) || 24. καὶ prius om. 1.)

16
μεσότητα ἄρα τῶν τοιούτων καθ᾿ ἃ ἐπαινετοὶ λεγόμεθα ἡ ἕξις ἐστὶ τοῦ εὖ ἔχειν, τοῦ δὲ κακῶς πρὸς ὑπερβολὴν καὶ ἔνδειαν. ἐπεὶ τοίνυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς· ἡ ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.

ἔστι δὲ καὶ ἄλλα πάθη, ὡς δόξειεν ἄν τινι, ἐφ' ὧν ἡ κακία οὐκ ἔστιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει τινί, οἷον μοιχεία καὶ ὁ μοιχός· οὐκ ἔστιν οὗτος ὁ μᾶλλον τὰς [*](1186 b) ἐλευθέρας διαφθείρων. ἀλλὰ καὶ τοῦτο, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστίν, ὃ περιέχεται ἡδονῇ τῇ κατ᾿ ἀκολασίαν, ἢ καὶ ὃ ἐν ἐλλείψει καὶ ὃ ἐν ὑπερβολῇ τὸ ψεκτὸν ἔχει.

μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια. ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή.

ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβολῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ [*](32—35 Ε. Ε. 1221 b, 27—1222a, 5 || 36—1186 b, 3 = Ε. Ν 1107a, 8—27. Ε. Ε. 1221b, 18—26 || 1186 b, 4—32 = Ε. Ν. 1108b, 11—1109a, 19. cf. Ε. Ε. 1222a, 17—b, 14.) [*](31. ἐστὶ τοῦ εὖ ἔχειν om E. Ad. 34. ἤτοι secl. Scaliger λυπή ἐστί P || ἡδονὴ Kb P2 || ἤ 〈τοι〉 οὐκ Scaliger || 35. 〈ὅτι〉 ἐστὶν vel 〈ὥς〉 ἐστιν Sylburgius, ὅτι Bonitzius Bu. || 37. ἡ ante μοιχεία add Π2 Ρ2 (fors. recte) ||1186 b, 2. ἢ —3. ὑπερβολῇ haud integra || ἢ] καὶ 〈αὐτὸ〉 Spengelius || ἢ καὶ] ὃ 〈ἐν αὕτῷ〉 καὶ 〈οὐχ〉? Susem || καὶ ὃ secl. Bonitzius || καὶ ὃ ἐν om. P2. ὃ ἐν om. Ε. || 3. καὶ ὃ] ἢ Bonitzius || ὑπερβολῇ 〈οὔτε ἐν· ἐλλείψει οὔτε ἐν ὑπερβολῇ〉 olim ci. Rassovius || 7. θρασύτης post ὑπερβολὴ Π || 14. ἀνελευθέρους Scaliger, ἀνελευθερίους Π Ald. || ἀνελευθέριοι Π2 Ald.)

17
ἀνελεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀνδρείους προπετεῖς καὶ μαινομένους.

διὰ δὴ δύο αἰτίας δόζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορρώτερον ἄρα ἡ ἀνελευθερία.