Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πρῶτον μὲν οὖν λεκτέον ὑπὲρ τῆς ψυχῆς ἐν [*](1185 b) ἐγγίνετκι, οὐ τί ἐσπτιν ἡ ψυχὴ (ὑπὲρ μὲν γὰρ τούτου ἄλλος λόγος), ἀλλʼ ὡς τύπῳ. διελέσθαι. ἔστιν δʼ ἡ ψυχή, ὡς φαμέν, εἰς δύρ μέρη διῃρημένη, εἴς τε τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. ἐν μὲν δὴ τῷ λόγον ἔχοντι ἐγγίνεται φρόνησις ἀγχίνοια σοφία εὐμάθεια μνήμη καὶ τὰ τοιοῦτα, ἐν δὲ τῷ ἀλόγῳ αὗται αἱ ἀρεταὶ λεγόμεναι, σωφροσύνη δικαιοσύνη ἀνδρεία ὅσαι ἄλλαατοῦἤθους δοκοῦσιν ἐππαινεταὶ εἶναι.

κατὰ γὰρ ταύτας ἐπαινετοὶ λεγόμεθα· κατὰ δὲ τὰς τοῦ [τὸν] λόγον ἔχοντος οὐδεὶς ἐπαινεῖται. οὔτε γὰρ ὅτι σοφός, οὐδεὶς ἐπαινεῖται, οὔτε ὅτι φρόνιμος, οὐδʼ ὅλως κατά τι τῶν τοιούτων οὐθέν. οὐδὲ δὴ τὸ ἄλογον, εἰ μὴ ὑπηρετικόν ἔστιν καὶ ὑπηρετεῖ τῷ λόγον ἔχοντι μορίῳ.

ἔστιν δʼ ἡ ἀρετὴ ἡ ἠθικὴ ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθειρομένη. ὅτι δὲ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ φθείρει, τοῦτʼ ἰδεῖν ἔστιν ἐκ τῶν ἠθικῶν (δεῖ δʼ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεραῖς μαρτυρίοις χρῆσθαι). εὐθέως γὰρ ἐπὶ γυμνασίων ἴδοι ἄν τις· πολλῶν γὰρ γινομένων φθείρεται ἡ ἰσχύς, [*](36—1185b, 12 — E. E. 1219b, 226—1220 a, 12 cf E. N. 1102a, 23—1103a, 10 1185 b, 13—32 ═ E. N. 1104a, 14—26. cf. E. E. 1220a, 26—34.) [*](34. οὐδὲν kB Ald. Va., οὐδὲ Π2 Π2 || 35. τὴν om. P2 Ald. || 36. τίς Kb Ald. || 1185b, 4. τὸ utrumque om. Kb Ald. Bk. Bu. || 9. τὰς ― ἔχοντος Kb Ald. Va., τὰς τὸν λόγον ἐχούσας Π2 P2 || τὸν secl Spengelius Susem. || 11. τὸ] τῶ Mb Ρ2 || εἰ μὴ Bonitzius, εἰ μὴ [ ᾗ] Brandisius (p.1357.n.44) fors.recte, εἷναι ἧ Π Ald. Bk.,[ εἷναι] Scaliger 12. τῷ] τῶ τὸν Κb Pb, τα τῷ τὸν P 14. ἡ alterum om. Kb Ald. 15. ἐκ τῶν] ἐκτὸς Chandler || ἠθικῶν vix sanum, αἰσθήσεων e Stob. p. 294 Spengelius, αἰσθητῶν? Susem. || δʼ] γὰρ? Susem.)

14
ὀλίγων τε ὡσαύτως. ἐπὶ τε ποτῶν καὶ σιτίων ὡσ??ύτως· πολλῶν τε γὰρ δὴ γιν??μένων φθείρεται ἡ ὑγίε??, ἀλέγων τε ὡσαύτως, συμμέτρων δὲ γινομένων σῴζεται ἡ ἰσχὺς καὶ ἡ ὑγί??α.

ὁμοίως δὲ τούτοις συμβαίνει καὶ ἐπὶ σωφροσύνης καὶ ἐπὶ ἀνδρείας καὶ τῶν ἄλλων ἀρετῶν. ἐὰν μὲν γάρ τινα λέαν ποιήσῃς ἄφοβον ὥστε μηδὲ τοὺ θεοὺς φοβεῖσθαι, σὐκ ἀνδρεῖος ἀλλὰ μαινόμενος, ἂν δὲ φαβούμενον πάντα, δειλός· ἀνδρεῖος ἄρα ἔσται οὔτε ὁ φοβούμενος πάντα οὔτε ὁ μηθέν. ταὔτ᾿ ἄρα καὶ αὔξει καὶ φθείρει τὴν ἀρετήν.

καὶ γὰρ οἱ λίαν φέβοι καὶ πάντες φθείρου??, καὶ οἱ περὶ μηθὲν δὲ ὁμοίως. ἔστιν δ᾿ ἡ ἀνδρεία περὶ φόβ:??υς, ὥσν οἱ μέτριοι φ?? αὔξουσι τὴν ἀνδρείαν. ὑπὸ τῶν αὐτῶν ὤρα καὶ αὔξεται καὶ φθείρεται ἡ ἀνδρεία· ὑπὸ φέβων γὰρ τοῦτο πάσχ??. ὁμείως δὲ καὶ αἱ ἄλλαι ὠρεταί.