Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἓν μὲν δή τι δίκαιον ἔν τε τούτοις ἐστὶ καὶ περὶ ταῦτα· ἀλλὰ μὴν οὐ τοῦτο τὸ δίκαιον οὐδὲ τὴν περὶ ταῦτα δικαιοσύνην ζητοῦμεν. κατὰ μὲν γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθʼ ἑαυτὸν ὄντα δίκαιον εἶναι (ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς [*](28–35 = E. E. 1233b, 38–1234a, 3. E. N. 1127a, 13— 1127b, 32 ‖ 36–38. cf E. E. 1234a, 24–33. Ramsauer p.70 sq. ‖ 39–1193b, 18 = E. N. 1129a, 3–1130a, 8.) [*](29. δὴ] δὲ Bas.3 ‖ 1193b, 1. πρότερον Π2 Va. ‖ εἰ λάβομεν Ald., ἄν λάβοιμεν Tauchnitziana, λάβωμεν Spenge lius ‖ 2. δὲ Γ(?) Spengelius ‖ 3. προστάττει Π2 P2 Va., πράττει Ald. et pr. Kb, πράττειν κελεύει rc. Kb ‖ 9. τέλειος Π2P2 ‖ τὸ δίκαιον Spengelius 13. ὄντα secl. Scaliger (male) ‖ 14. ὁ secundum et tertium om. Π1. )

38
καθʼ ἑαυτόν ἐστι τοιοῦτος)· ἀλλὰ τὸ δίκαιον τὸ πρὸς ἕτερον ἄλλο τοῦ εἰρημένου κατὰ νόμον δικαίου ἐστίν. οὐ γὰρ ἔσττιν ἐν τοῖς πρὸς ἕτερον δικαίοις οὖσιν καθʼ αὑτὸν εἶναι δίκαιον. τοῦτο δʼ ἐστὶν ὃ ζητοῦμεν δίκαιον καὶ τὴν δικαιοσύνην τὴν περὶ ταῦτα.

τὸ τοίνυν δίκαιον ἐδτιν τὸ πρὸς ἕτερον ὡς ἁπλῶς εἰπεῖν τὸ ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγαθῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσσονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι οἴονται.