Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
δίκαια γάρ φασιν εἶναι ἃ ὁ νόμος προστάττει. ὁ δὲ νόμος κελεύει τἀνδρεῖα πράττειν καὶ τὰ σώφρονα καὶ ἁπλῶς ἅπαντα ὅσα κατὰ τὰς ἀρετὰς λέγεται. διὸ καί, φασίν, δοκεῖ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ εἶναι· εἰ γὰρ δίκαια μέν ἐστιν ἃ ὁ νόμος κελεύει ποιεῖν, ὁ δὲ νόμος τὰ κατὰ πάσας ἀρετὰς ὄντα προστάττει, ὁ ἄρα τοῖς κατὰ νόμον ἐμμένων δικαίοις τελείως σπουδαῖος ἔσται, ὥστε ὁ δίκαιος καὶ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ ἐστίν.
ἓν μὲν δή τι δίκαιον ἔν τε τούτοις ἐστὶ καὶ περὶ ταῦτα· ἀλλὰ μὴν οὐ τοῦτο τὸ δίκαιον οὐδὲ τὴν περὶ ταῦτα δικαιοσύνην ζητοῦμεν. κατὰ μὲν γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθʼ ἑαυτὸν ὄντα δίκαιον εἶναι (ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς [*](28–35 = E. E. 1233b, 38–1234a, 3. E. N. 1127a, 13— 1127b, 32 ‖ 36–38. cf E. E. 1234a, 24–33. Ramsauer p.70 sq. ‖ 39–1193b, 18 = E. N. 1129a, 3–1130a, 8.) [*](29. δὴ] δὲ Bas.3 ‖ 1193b, 1. πρότερον Π2 Va. ‖ εἰ λάβομεν Ald., ἄν λάβοιμεν Tauchnitziana, λάβωμεν Spenge lius ‖ 2. δὲ Γ(?) Spengelius ‖ 3. προστάττει Π2 P2 Va., πράττει Ald. et pr. Kb, πράττειν κελεύει rc. Kb ‖ 9. τέλειος Π2P2 ‖ τὸ δίκαιον Spengelius 13. ὄντα secl. Scaliger (male) ‖ 14. ὁ secundum et tertium om. Π1. )
τὸ τοίνυν δίκαιον ἐδτιν τὸ πρὸς ἕτερον ὡς ἁπλῶς εἰπεῖν τὸ ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγαθῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσσονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι οἴονται.