Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους· ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν. οὐδέτερος οὖν ὀρθῶς ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων·