Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἡ δὲ αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων. οὔτε γὰρ ἅπαντα καὶ πάντως, ὡς ὁ ἀναίσχυντος, καὶ ἐρεῖ καὶ πράξει, οὔτε ὡς ὁ καταπλήξ, ἐν παντὶ καὶ πάντως εὐλαβηθήσεται, ἀλλὰ πράξει καὶ ἐρεῖ ἐν οἷς δεῖ καὶ ἃ δεῖ καὶ ὅτε δεῖ.