Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

σεμνότης δέ ἐστιν αὐθαδείας ἀνὰ μέσον τε καὶ ἀρε- σκείας, ἔστιν δὲ περὶ τὰς ἐντεύξεις. ὅ τε γὰρ αὐθάδης τοιοῦ- τός ἐσπιν οἷος μωηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔ- ??ομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι· ὁ γὰρ αὐθάδης αὐτοά- δης τις ἐστίν, ἀπὸ τοῦ αὐτὰς αὑτῷ ἀρέσκειν)·

ὁ δὲ ἄρεσκος τοιοῦτος οἷος πᾶσιν ὁμιλεῖν καὶ πάντως καὶ πανταχῇ. οὐδέ- τερος δὴ τούτων ἐπαινετός, ὁ δέ γε σεμνὸς ἀνὰ μέσον τού- των ὢν ἐπαινετός· οὔτε γὰρ πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἀξίους, οὔτε πρὸς οὐθένα, ἀλλὰ πρὸς τοὺς αὐτοὺς τούτους.