Magna Moralia
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883
ἀμφότεροι δὲ οὗτοι ψεκτοί. ἔστι δὲ τούτων ὃ μὲν κατʼ ἔλλειψιν ὃ δὲ καθʼ ὑπερβολήν. ὁ ἄρα ἐλευθέριος, ἐπειδή ἐστιν ἐπαινετός, μέσος τις ἂν εἴη τούτων. τίς οὖν ἐστίν; ὁ ἀναλίσκων εἰς ἃ δεῖ καὶ ὅσα δεῖ καὶ ὅτε δεῖ.
— ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη [*](1191b, 23–38 = E. E. 1231b, 5–26. E. N. 1125b, 26 –1126b, 9 (cf. 1191a, 38–b, 5. Ramsauer p. 19 sq.) ‖ 39 – 1192a, 20 = E. E. 1231b, 27–1232a, 18. E. N. 1119b, 19— 1122a, 18.) [*](23. καὶ Π1V.a, om. Π2Bk.Bu. ‖ 24. μὲν om. Kb Ald.Bk.Bu. ‖ 28. βέλτιστον–μέσον secl. Rassovius ‖ 30. παντὶ] πάντη Π2 ‖ 31. παντὶ post 32. δεῖ Π2 ‖ 1192a, 3. ὃ τʼ Sylburgius, ὁ δʼ ΠAld. Va ‖ ἀνελευθέριος Ald. et rc. Pb et pr. Kb (crx. rc.) ‖ ἐναντίως Π2Cv, ἐναντίος Π1Va. ‖ 6. δʼ post ὁ add. KbAld. ‖ 7. τίς — ὁ et 9. οἷον Π1Va., om. Π2)
ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπουδαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν μᾶλλον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶσθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον.
οἱ μὲν οὖν εὐκαταφρόνητοι ὄντες καὶ φαῦλοι, μεγάλων δʼ αὑτοὺς ἀξιοῦντες καὶ πρὸς τούτοις τιμᾶσθαι οἰόμενοι δεῖν, χαῦνοι· ὅσοι δὲ ἐλαττόνων αὑτοὺς ἀξιοῦσιν ἢ προσῆκον αὐτοῖς, μικρόψυχοι.