Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μεσότης οὖν ἂν εἴη τούτων· ἔστιν δὲ ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα. οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ ἁρὴν καὶ γεῦσιν.

οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πάσχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπολαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώφρονα✶✶.