Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος· σωφροσύνη [*](1191a, 36–b, 22 = E. E. 1230a, 35–1231b, 4. E. N. 1117b, 23–1119b, 19.) [*](14. εἶναι om Π2 (fors. recte) ‖ 17. τὸν ποῖον οὖν ἀνδρεῖον vel ὁποῖος οὖν ἀνδρεῖος Spengelius, τὸν ὁποιονοῦν ἀνδρεῖον Π Ald.Bk.Bu. ‖ 28. ἄν add. Bonitius Susem. ‖ 31. ἀναιρετικοὺς ΓΠ2, αἱρετικοὺς Π1Va. ‖ 33. πλησίον Bk., πλησίοι P2, πλεῖστοέ Ald., πλείους Va., πλεῖόν cet. ‖ 34. οὔπω] πῶς Kb Ald.Va. )

31
δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ τὰς ἡδονάς. ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅπο- σα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτί- στου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδεί- [*](1191b) ας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερ- βολὴν καὶ κατʼ ἔνδειαν. ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθη- σίας.

μεσότης οὖν ἂν εἴη τούτων· ἔστιν δὲ ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα. οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ ἁρὴν καὶ γεῦσιν.

οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πά- σχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπο- λαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώ- φρονα✶✶.

ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέ- χεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων. οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.

[*](37. τὰς om. Π2 || 1191b, 8. καὶ δὴ secl. Scaliger || 10. ὁ add. Bonitzius Bu. || 14. αὐτόν — 15. ἤδη] αὐτό γέ τοι νὴ Διʼ Scaliger, ὁ αὐτὸ ἤδη ci. Spengelius || τε KbP2Cv || 15. ἤδη αὐ- τοῦ] μόνου ci. Sylburgius || πράττων σώφρων Scaliger, prb. Spengelius || σώφρονα ✶✶ Susem, σώφρονα 〈χρὴ καλεῖν〉 vel simile quid olim ci. Spenge lius, σώφρωνα 〈φατέον〉 Bonitzius || σώφρονα 〈λέγομεν〉 vel σώφρονα 〈καλοῦ- μεν〉 Rieckher || 18. οὐ Mb Ald. || 19. δοκιμάζοντες Π1 || 22. γενομένας Π2Kb.)
32