Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὡς ἀπλῶς μὲν εἰπεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.

οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία. δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρμῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.

ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖσθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ ἂν εἴη ἀνδρεῖος.