Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἀλλ' ἔτι καὶ ἄλλην ἔχει τἀγαθὰ διαίρεσιν· οἶόν ἐστι τῶν ἀγαθῶν τὰ μὲν πάντῃ καὶ πάντως αἱρετά, τὰ δʼ οὔ. οἷον ἡ μὲν δικαιοσύνη [*](1184 a) καὶ αἱ ἄλλαι ἀρεταὶ καὶ πάντῃ καὶ πάντως αἴρεταί, ἰσχὺς δὲ καὶ πλοῦτος καὶ δύναμις καὶ τὰ τοιαῦτα οὔτε πάντῃ οὔτε πάντως. ἔτι καὶ ἄλλως·

τῶν γὰρ ἀγαθῶν τὰ μέν ἐστιν τέλη τὰ δʼ οὐ τέλη, οἷον ἡ μὲν ὑγίεια τέλος, τὰ δὲ τῆς ὑγιείας ἕνεκεν οὐ τέλη. καὶ ὅσα οὕτως ἔχει, τούτων ἀεὶ τὸ τέλος βέλτιον, οἷον ἡ ὑγίεια βέλτιον ἢ τὰ ὑγιεινά, καὶ ἀπλῶς ἀεὶ καθόλου τοῦτο βέλτιον οὗ ἕνεκεν καὶ τὰ ἄλλα. — πάλιν αὐτῶν τῶν τελῶν βέλτιον ἀεὶ τὸ τέλειον τοῦ ἀτελοῦς.

τέλειον δέ ἐστιν οὗ παραγενομένου μηθενὸς ἔτι προσδεόμεθα, ἀτελὲς δέ οὗ παραγενομένου προσδεόμεθα τινός, οἷον τῆς δικαιοσύνης μὲν [μόνον] παραγενομένης πολλῶν προσδεόμεθα, τῆς δὲ εὐδαιμονίας παραγενομένης οὐδενὸς ἔτι προσδεόμεθα. τοῦτο ἄρα ἐστὶν τὸ ἄριστον ἡμῖν ὃ ζητοῦμεν, ὅ ἐστι τέλος τέλειον· τὸ δὲ δὴ τέλειον τέλος τἀγαθόν ἐστι καὶ τέλος τῶν ἀγαθῶν.

ὡς καὶ αὐτοῦ συναριθμουμένου; ἀλλʼ ἄτοπον. τὸ γὰρ ἄριστον ἐπειδή ἐστι τέλος τέλειον, τὸ δὲ τέλειον τέλος ὡς ἀπλῶς [*](35—37 Ε. N. 1096b, 11—13 38—1184a, 2. cf. E. N. 1094 b, 16—19 || 1184a, 3—14 ═ E. V. 1096 b, 13—15. 1097a, 15—b, 16. b, 20 sq 15—38 E. N. 1097b, 16—20.) [*](33. αἰτίαν post 34. εἶναι Mb Bk. Bu. || 37. ὑγιείας] καὶ ὑγίεια 1184a, 6 ἡ om. Kb Ald. (fors. recte) ||10. μὲν om. || μόνης P2, om. Π2, del. Bk. Bu. 14 τἀγαθόν — τῶν ἀγαθῶν Rassovius, ἀγαθόν — τὸ ἀγαθόν Π Ald. Bk. Bu || 17. ὡς om)

9
εἰπεῖν οὐθὲν ἂν ἄλλο δόξειεν εἶναι ἢ εὐδαιμονία, τὴν δʼ εὐδαιμονίαν ἐκ πολλῶν ἀγαθῶν συντίθεμεν· ἐὰν δὴ τὸ βέλτεστον σκοπῶν καὶ αὐτὸ συναριθμῇς, αὐτὸ αὐτοῦ ἔσται βέλτιον. αὐτὸ γὰρ βέλτιστον ἐστίν. οἷον τὰ ὑγιεινὰ θεὶς καὶ τὴν ὑγίειαν, σκόπει τί τούτων πάντων βέλτιστον· βέλτιστον δέ ἐστιν ὑγίεια· εἰ δὴ τοῦτο πάντων βέλτιστον, καὶ αὐτὸ αὐτοῦ βέλπιστον.

ἄτοπον δὴ συμβαίνει. οὐ δὴ ἴσως οὕτω γε σκεπτέον τὸ βέλτιστον. — ἀλλὰ ἆρά γε οὕτω πως, οἷον χωρὶς αὐτοῦ; ἢ καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν ένηή· τὸ δʼ ἐξ ὦν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτʼ ἐστὶν βέλτιον, ἄτοπον· οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ εὐδαιμονία, ἀλλὰ ταῦτα.