Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἀλλʼ ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν [*](25—38 Ε. Ε. 1225a, 36—b, 16 cf Ε. N. 1110b, 18 —1111a, 21 || 1189a, 1—b, 25 ═ E. E. 1225 b, 18—1227a, 18. cf. E. D. 1111 b, 4—1113a, 12. Ramsauer p. 49—51.) [*](25. ἑκούσιον Kb Pb Va , ἀκούσιον MbP2 Ald || 32. τινα Π 1 Va., om. Ι || 33 ἀπὸ Π 2Ρ 2 Ald ἀρειοπάγα || 34 φυγεῖν CV Bernaysius (Symb. phil Bonn p. 308 n. 10) οὐ et ἀπέλυσαν secl. Scaliger || 1189a, 1 δὲ om Π2 || 2 ἄλλοις Κb Ρ2 Cv Va., ἀλόγοιρ Π2 Ald. || 3. ζῴοις Π1 Va., om. Π2 || 5. ἀλλʼ] ἀλλ ἢ Π2, ἀλλʼ εἰ P2 || ἄρα Pb P2 ΑId. et pr. K (crx. rc.). )

24
ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρούμεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.

ὑγιαίνειν γὰρ βουλόμεθα. ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος. ὅταν οὖν ἀντικαταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.

— ἐπεὶ οὖν ἡ προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν προαιρέσει; ἢ οὐδὲ τοῦτο; πολλὰ γὰρ διανοούμεθα καὶ δοξάζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προανρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.

οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ προαίρεσις.— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαίρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ] συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν. ἐπεὶ οὖν ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν, οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,