Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ [*]((XV)) τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττο- μεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖ- κα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.

τὸ γὰρ ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς [*](1188a, 38—b, 14 Ε. Ε. 1223b, 37—1225a, 1 || 118b, 14—24 ═ Ε. Ε. 1225a, 2—36. cf. Ε. Ν. 1110a, 4 sqq.) [*](νος Π2 || εἰδὼς post τὰ κακὰ P2, om. Κb || 1188 b, 8. ἃ om. Π1 || 10. γάρ φησιν Ε. Ald, γὰρ φύσει Pb || 12. ἡμῶν Kb Ald. || 13. ἐφ᾿ pr Kb, ἀφʼ Ald. et rc Kb || 18. ἄτοπον Π2 Ald. Va. (fors. recte) || 19. ὃς ἂν Bk, ὃς ἐὰν Π2P2 et rc. Kb, ὅσαν ἐὰν pr Kb, ἐάν τις Ald.)

23
ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων. οἷον ἠναγκάσθην συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ ἂν εὗρον τὰ ἐν ἀγρῷ. ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγ- καῖον.