Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγ- κρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν.

πάλιν ἐπὶ τῶν κατὰ τὸν θυμὸν ὁμοίως· οἱ γὰρ αὐτοὶ λό- γοι οἵπερ καὶ κατὰ τῆς ἐπιθυμίας ἁρμόττουσιν, ὥστε τὴν ἀπορί- αν ποιήσουσιν· ἔστι γὰρ ἀκρατῆ καὶ ἐγκρατῆ ὀργῆς εἶναι.

ἔτι λοιπή ἐστιν τῶν ὀρέξεων ὧν διειλόμεθα ἡ βούλησις, πρὸς τὸ ἐπισκέπτεσθαι εἴ ἐστιν ἑκούσιον. ἀλλὰ μὴν οἵ γε ἀκρατεῖς ἐφ᾿ ἃ ὁρμῶσιν, ταῦτα τέως βούλονται· πράττουσιν ἄρα οἱ ἀκρατεῖς τὰ φαῦλα βουλόμενοι. ἑκὼν δέ γε οὐθεὶς τὰ κακὰ εἰδὼς πράτ- τει ὅτι κακὰ ἐστίν· ὁ δὲ ἀκρατής, εἰδὼς τὰ κακὰ ὅτι κακά, πράτ- [*](10. ἀπαντήσει? Susem 20. τὸ—ἀκούσιον Π1Va., om. Π2 || 21. οὐ ante πράττει add. Mb Cc et corr. (rc., ut videtur) Pb || 22. κατ᾿ ] κακὰ τὴν Π2 P2 || 31. ὁ — 32. βουλόμενος] ὁ δ᾿ ἀκρα- τὴς τὰ κακὰ πράττει εἰδὼς (εἰδὼς πράττει Pb) ὅτι κακά ἐστιν. εἰ δ᾿ ὁ ἀκρατὴς τὰ κακὰ εἰδὼς ὅτι κακὰ πράττει βουλόμε- )

22
τει βουλόμενος. οὐκ ἄρα ἑκών, οὐδ᾿ ἡ βούλησις ἑκούσιον ἄρα ἐστέν.

— ἀλλ᾿ οὗτος ὁ λόγος ἀναιρεῖ ἀκρασίαν καὶ τὸν ἀκρατῆ. εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός· ἀλλ᾿ ἔστιν ὁ ἀκρατὴς ψεκτός· ἑκὼν ἄρα· ἡ ἄρα βούλησις ἑκούσιον.

ἐπεὶ οὖν λόγοι τινὲς ἐναντίοι φαίνονται, σαφέστερον λεκτέ- ον ὑπὲρ τοῦ ἑκουσίου.