Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐπεὶ οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσπερ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.

ἀρχὴ δ᾿ ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν. δῆλον τοίνυν ὅτι καὶ [*](28. οὖν καὶ ἐν τῷ P2, δὲ καὶ τὸ Ald. et rc. Kb, δὲ καὶ pr. Kb || 32. ἐκ τῶν] ἔκ τινων Bonitzius || 34. οὕτως] ὡσαύτως olin ci Rassovius 1187 b, 1. καὶ ὡς ἂν Π2, ὡς ἂν Bk., καὶ ἐὰν Π1 || μεταβάληι Π1 || 3. μὴ ante 2. τὸ 6. τῶν] τινων Ald., om. Π2 P2 || 8. τῶν ἄλλων] ἄλλο P οἱ rc. Kb, ἄλλωι pr. Kb || ἀνθρώπου Scaliger || 9. ὁ om. Kb Pb P2.)

20
αὗται μεταβάλλουσιν. μεταβάλλομεν δὲ καὶ ταῖς πράξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μεταβάλλει [γὰρ] ἑκουσίως. ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ σπουδαίοις εἶναι καὶ φαύλοις.

— ἴσως οὖν λέγοι ἄν τις, ἐπειδήπερ ἐπʼ ἐμοί ἐστιν τὸ δικαίῳ εἶναι καὶ σπουδαίῳ, ἐὰν βούλωμαι, ἔσομαι πάντων σπουδαιότατος. οὐ δὴ δυνατὸν τοῦτο. διὰ τί; ὅτι οὐδʼ ἐπὶ τοῦ σώματος γίγνεται τοῦτο. οὐ γὰρ ἄν τις βούληται ἐπιμελεῖσθαι τοῦ σώματος, καὶ δὴ πάντων ἄριστον ἕξει τὸ σῶμα. δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρχειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν. βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάντων οὔ.

ὁμοίως δὲ δεῖ ὑπολαμβάνειν καὶ ἐπὶ ψυχῆς· οὐ γὰρ ἔσται ὁ προαιρούμενος εἶναι σπουδαιότατος, ἂν μὴ καὶ ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.

ἐπεὶ οὖν φαίνεται ἐφʼ ἡμῖν ὂν τὸ σπουδαῖον εἶναι, ἀναγκαῖον τὸ μετὰ ταῦτα εἰπεῖν ὑπὲρ ἑκουσίου, τί ἐστι τὸ ἑκούσιον· τοῦτο γάρ ἐστι τὸ κυριώτατον πρὸς τὴν ἀρετήν, τὸ ἑκούσιον. ἔκούσιον δὲ ἁπλῶς μὲν οὕτως ῥηθῆναί ἐστιν ὃ πράττομεν μὴ ἀναγκαζόμενοι· ἀλλʼ ἴσως σαφέστερον λεκτέον ἐστὶν ὑπὲρ αὐτοῦ.

ἔστιν οὖν καθ᾿ ὃ πράττομεν ὄρεξις· ὀρέξεως δʼ ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις.

πρῶτον μὲν οὖν τὴν κατʼ ἐπιθυμίαν πρᾶξιν ἐπισκεπτέον, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. [οἷον]τὸ μὲν οὖν ἀκούσιον οὐκ ἂν [*](1188 a) δόξειεν. διὰ τί καὶ πόθεν; ?ὅτι ὅσα μή ἑκόντες πράττομεν, ἀναγκαζόμενοι πράττομεν, ἐπὶ δὲ τοῖς ἐξ ἀνάγκης πραττομένοις πᾶσιν [*](1187b, 28—30. cf. Ε. Ν. 1103a, 23—26. 1114b, 6 sqq. 31—1188a, 37 = Ε. Ε. 1223a, 21—b, 36. cf Ε. Ν. 1109b, 30—1110b, 17.) [*](17. δὲ Bonitzius, γὰρ ΠVa editiones || 18. καὶ post ἀρχὴ add. Π1 Va. Bk. Bu. || 19. γὰρ secl. Scaliger ||21. ἐπʼ Bonitzius, ἐν Π Ald.Bk ||32. τὸ post ἐστι om. Π2 33. τὸ post ἐστι om. Mb P2 || 38. πρῶτον Π1 Va., πρότερον Π2 39. ἑκούσιός et ἀκούσιος Kb P2 Bk. Bu. || οἷον om. P2 Bas. 3Bk. Bu., οἷον — ἀκούσιον om. Π2 || 1188a, 2. πράττομεν] ποιοῦμεν ΠCv.)

21
ἕπεται λύπη, τοῖς δὲ διʼ ἐπιθυμίαν πραττομένοις ἡδονὴ ἀκολουθεῖ, ὥστε οὑτωσί γε οὐκ ἂν εἴη τὰ διʼ ἐπιθυμίαν πραττόμενα ἀκούσια, ἀλλʼ ἑκούσια.