Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἐπεὶ οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσ- περ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.

ἀρχὴ δ᾿ ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν. δῆλον τοίνυν ὅτι καὶ [*](28. οὖν καὶ ἐν τῷ P2, δὲ καὶ τὸ Ald. et rc. Kb, δὲ καὶ pr. Kb || 32. ἐκ τῶν] ἔκ τινων Bonitzius || 34. οὕτως] ὡσαύτως olin ci Rassovius 1187 b, 1. καὶ ὡς ἂν Π2, ὡς ἂν Bk., καὶ ἐὰν Π1 || μεταβάληι Π1 || 3. μὴ ante 2. τὸ 6. τῶν] τινων Ald., om. Π2 P2 || 8. τῶν ἄλλων] ἄλλο P οἱ rc. Kb, ἄλλωι pr. Kb || ἀνθρώπου Scaliger || 9. ὁ om. Kb Pb P2.)

20
αὗται μεταβάλλουσιν. μεταβάλλομεν δὲ καὶ ταῖς πρά- ξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μετα- βάλλει [γὰρ] ἑκουσίως. ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ σπουδαίοις εἶναι καὶ φαύλοις.

— ἴσως οὖν λέγοι ἄν τις, ἐπει- δήπερ ἐπʼ ἐμοί ἐστιν τὸ δικαίῳ εἶναι καὶ σπουδαίῳ, ἐὰν βού- λωμαι, ἔσομαι πάντων σπουδαιότατος. οὐ δὴ δυνατὸν τοῦτο. διὰ τί; ὅτι οὐδʼ ἐπὶ τοῦ σώματος γίγνεται τοῦτο. οὐ γὰρ ἄν τις βούληται ἐπιμελεῖσθαι τοῦ σώματος, καὶ δὴ πάντων ἄρι- στον ἕξει τὸ σῶμα. δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρ- χειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν. βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάν- των οὔ.

ὁμοίως δὲ δεῖ ὑπολαμβάνειν καὶ ἐπὶ ψυχῆς· οὐ γὰρ ἔσται ὁ προαιρούμενος εἶναι σπουδαιότατος, ἂν μὴ καὶ ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.