Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότερον ὑπὲρ τούτων εἰρήκασιν.

πρῶτος μὲν οὗν ἐνεχείρησεν Πυθαγόρας περὶ ἀρετῆς εἰπεῖν, οὐκ ὀρθῶς δέ· τὰς γὰρ ἀρετὰς εἰς τοὺς ἀριθμοὺς ἀνάγων οὐκ οἰκείαν τῶν ἀρετῶν τὴν θεωρίαν ἐποιεῖο· οὐ γάρ ἔστιν δικαιοσύνη ἀριθμὸς ἰσάκις ἴσος.