Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τὸ δʼ ὅλον ἴδοι ἄν τις ὅτι οὐκ ἔστιν μιᾶς οὔτʼ ἐπιστήμης οὔτε δυνάμεως τὸ ὑπὲρ παντὸς ἀγαθοῦ σκοπεῖν. διὰ τί; ὅτι τἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις ἐστίν· καὶ γάρ ἐν τῷ τί καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ καὶ πότε καὶ πρός τι [καὶ τινὶ] καὶ ἁπλῶς ἐν ἀπάσαις.

ἀλλὰ μὴν τὸ πότε ἀγαθὸν ἐν μὲν. ἰατρικῇ ὁ ἰατρὸς οἶδεν, ἐν δὲ κυβερνητικῇ ὁ κυβερνήτης, ἐν ἑκάστῃ δʼ ἕκαστος. πότε μὲν γὰρ δεῖ τεμεῖν ὁ ἰατρὸς οἶδεν, πότε δὲ δεῖ πλεῖν ὁ κυβερνήτης. ἐν ἑκάστῃ δὲ τὸ πότε ἀγαθὸν ἕκιαστος τὸ καθʼ ἑαυτὸν εἰδήσει· οὔτε γὰρ ὁ ἰατρὸς τὸ ἐν τῇ κυβερνητικῇ ἀγαθὸν πότε εἰδήσει, οὔτε ὁ κυβερνήτης τὸ ἐν ἰατρικῇ. οὐκ ἄρα οὐδʼ οὕτως ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λεκτέον· τὸ γὰρ πότε ἐν πάσαις κοινόν.

ὁμοίως δὲ καὶ τὸ πρός τι ἀγαθὸν καὶ τὸ κατὰ τὰς ἄλλας κατηγορίας κοινὸν μὲν ἀπάσαις, οὐδεμιᾶς δʼ ἐστὶν οὔτε δυνάμεως οὔτʼ ἐπιστήμης εἰπεῖν ὑπὲρ τοῦ ἐν ἑκάστῃ πότε ἀγαθοῦ, οὐδʼ αὗ τῆς πολιτικῆς ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν. ὑπὲρ τοῦ ἀγαθοῦ ἄρα, καὶ ὑπὲρ τοῦ ἀρίστου, καὶ ὑπὲρ τοῦ ἡμῖν ἀρίστου.

—ἔσωος δὲ οὐδὲ δεῖ βουλόμενόν τι δεικνύναι, τοῖς μὴ φανεροῖς παραδείγμασι χρῆσθαι, ἀλλʼ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς, καὶ ὑπὲρ τῶν νοητῶν τοῖς [*](1183 a, 7 —23 E. E 1217 b, 25—1218 a, 1. cf E Ν. 1096 a, 23—34 24—28 ═ E. E 1218a, 15 sqq) [*](36. ἡ om Mb Cc et corr. P (eras.) ‖ 1183a, 5. τοῦτο Ζ Ad. (γρ. τούτῳ Victorius) ‖ 11. καὶ τινὶ sect. Spengelius. Susem., καὶ ποῦ ci. Bomnitrius, rec. Bu. (fors. recte) 12. πάσαις Π2 Z Ald. (fors. recte) ‖15. δεῖ om. Mb Bk. Bu ‖ 16. τῇ om Π2 P2 ‖ 22. αὖ της Κb, αὐτῆς Ald.)

6
αἰσῦητ??ῖς. [καὶ] ταῦτα γὼρ φανερώτερα. ὅταν οὖν ὑπὲρ τὰγαθοδ τις ἐγχειρ λέγων, οὐ λε??τέ??ν ἐστὶν ὑπὲρ τῆς ἰδέας.

καίτ οἴσνταί γε δεῖν, ὅταν ??τὲρ τοῦ ἀγαθ??ῦ λέγωσιν, ὑπὲρ τῆς ἰδέας δεῖν λέγειν· ὑπὲρ γὰρ τοῦ μάλεστα ἀγαθοῦ φασι ??ν λέγειν, αὐτὸ δὲ ἕκαστον μάλιστʼἐστὶν [τὸ] τ??ιοῦτον, ὥστεμάλιστ’ ?? ἀμαθὸν ἣ ἰδέα, ὡ σἴονται.