Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

οὐδὲ δὴ ὑπὲρ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ ἀγαθοῦ λεπτέον τῇ πολιτικῇ, ὅτι τὰ αὐτὰ ἀδύνατα συμβήσεται τούτῳ καὶ τ κατὰ τὸν ὅρον κοινῷ ἀγαθῷ. ὅτι γὰρ ἀγαθόν, καὶ ἐνταῦθʼ ἐρεῖ. — δῆλον τοίνυν ὅτι ὑπὲρ τοῦ ἀρίστου ἀγαθοῦ λεκτέον ἐστὶν καὶ ἀρίστου τοῦ ἡμῖν ἀρίστου

τὸ δʼ ὅλον ἴδοι ἄν τις ὅτι οὐκ ἔστιν μιᾶς οὔτʼ ἐπιστήμης οὔτε δυνάμεως τὸ ὑπὲρ παντὸς ἀγαθοῦ σκοπεῖν. διὰ τί; ὅτι τἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις ἐστίν· καὶ γάρ ἐν τῷ τί καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ καὶ πότε καὶ πρός τι [καὶ τινὶ] καὶ ἁπλῶς ἐν ἀπάσαις.