Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πότερον οὖν ὑπὲρ τούτου δεῖ λέγειν τἀγαθοῦ τοῦ ἐνυπάρχοντος ἢ οὔ; διὰ τί; ὅτι τοῦτο ἐστὶ μὲν τὸ κοινόν, ὡς ὁ ὁρισμὸς καὶ ἡ ἐπαγωγή· ὁ δὲ ὁρισμὸς βούλεται τὴν ἑκάστου οὐσίαν λέγειν, ἤτοι ὅτι ἀγαθὸν ἢ ὅτι κακὸν ἢ ὅ τι ἂν ἄλλο ᾖ λέγει δὲ ὁ ὅρος ὅτι τὸ τοιόνδʼ ἀγαθὸν καθόλου, ὃ ἂν ᾖ αὐτὸ διʼ αὑτὸ αἱρετόν· τὸ δὲ ἐν ἅποσιν ἐνυπάρχον ὅμοιον τῷ ὅρῳ ἐστίν·

ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὐτῆς ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια οὐδὲ ἡ οἰκία, ἀλλʼ ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ δʼ οἰκίαν)·

δῆλον τοίνυν ὅτι οὐδὲ τῇ πολιτικῇ ὑπὲρ τοῦ ἀμαθοῦ λεκτέον τοῦ κοινοῦ. μία γάρ ἐστιν καὶ αὐτὴ τῶν λοιπῶν ἐπιστημῶν· τοῦτο δὲ οὐδεμιᾶς ἦν λέγειν οὔτε δυνάμεως οὔτʼ ἔπιστήμης ὡς τέλος· οὐδʼ ἄρα τῆς πολιτικῆς ἐστιν τὸ ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν τοῦ κατὰ τὸν ὁρισμόν.

ἀλλὰ μὴν οὐδὲ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ. διὰ τί; ὅτι ὅταν βουλώμεθα δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον [*](1182 b, 22—27 E. E. 1218 b, 22—24) [*](14. δὴ Va Rieckher, δὲ Γ Π Ald. Bk. Bu. 15. τὸ post καὶ om. Π ‖ 16. ἅποσιν D P2 (fors recte) ‖ ὑπάρχοι, sed οι pallidiore atramento Cc, ὑπάρχει Γ M Pb, ὑπάρχῃ Ald. ‖ 20 τὸ om. Π1 Cc et pr. P (suppl. ead. m) ‖ 21. ἂν Z, ἐὰν cet. (int P tamen verbum cum antecedente et sequente prorsus evanuit) 23. αὐτῆς Bk , αὐτῆς fontes 25. ὅτι] εἰ M et fort. Pb, om. Cc et fort. (id quod potius crediderim) P ‖ 28. αὕτη Z Mb Cc P Ald (fors recte), ἀύτη P ‖ 30. τέλος Bonitzius, τέλους Γ Π Ald Va Bk ‖ 33 καί om Γ Π1 Va Bk Bu. 34. ὅτι] ὧ Π 35 ὃ ἂν Va (?) Bk , ὃ ἐὰν M et corr P (nigriore atramento), ἐὰν Γ Π1 Cc et pr Pb)

5
ὅταν θέλωμεν δεῖαι ὅτι ἡ μεγαλνψυχία ἐστὶν ἀγαθόν, φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἀπλῶς [*](1188 a) αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλοψυγία ἀγαθόν