De animalium incessu

Aristotle

Aristotle. De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig: Teubner, 1913.

[*](p. 704a)

Περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κίνησιν 1 τὴν κατὰ τόπον ἐπισκεπτέον διὰ τίνα αἰτίαν τοιοῦτόν ἐστιν ἕκαστον αὐτῶν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν τε πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῷ γένει διαφόρων. πρῶτον δὲ λάβωμεν περὶ ὅσων ἐπισκεπτέον. ἔστι δὲ αὐτῶν ἓν μὲν πόσοις ἐλαχίστοις τὰ ζῷα κινεῖται σημείοις, ἔπειτα διὰ τί τὰ μὲν ἔναιμα τέτταρσι τὰ δʼ ἄναιμα πλείοσι, καὶ καθόλου δὲ διὰ τίνʼ αἰτίαν τὰ μὲν ἄποδα τὰ δὲ δίποδα τὰ δὲ τετράποδα τὰ δὲ πολύποδα τῶν ζῴων ἐστί, καὶ διὰ τί πάντα ἀρτίους ἔχει τοὺς πόδας, ὅσαπερ ἔχει πόδας αὐτῶν, ὅλως δʼ οἷς κινεῖται σημείοις, ἄρτια ταῦτʼ ἐστιν· ἔτι δὲ διὰ τίνʼ αἰτίαν ἄνθρωπος μὲν καὶ ὄρνις δίπους, οἱ δʼ ἰχθύες ἄποδές εἰσι· καὶ τὰς κάμψεις ὅ τε ἄνθρωπος καὶ ὁ ὄρνις δίποδες ὄντες ἐναντίας ἔχουσι τῶν σκελῶν (ὁ μὲν γὰρ ἄνθρωπος ἐπὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δʼ ὄρνις ἐπὶ τὸ κοῖλον. καὶ ὁ ἄνθρωπος αὐτὸς ἑαυτῷ ἐναντίως τὰ σκέλη καὶ τοὺς βραχίονας· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον, τὰ δὲ γόνατα ἐπὶ τὴν περιφέρειαν κάμπτει. καὶ τὰ τετράποδα τὰ ζῳοτόκα τοῖς τʼ ἀνθρώποις ἐναντίως κάμπτει καὶ αὐτὰ αὐτοῖς· τὰ μὲν γὰρ πρόσθια σκέλη ἐπὶ τὸ [*](περὶ πορείας ζῴων S YZ περὶ ζῴων πορείας PMc 704a 4 πρὸς τὴν κατὰ τόπον ἐπισκεπτέον κίνησιν UMc (sed κίνησιν ἐπισκεπτέον Mc) 6 ὑπάρχουσιν PZ 9 ἐστὶν ἐπισκεπτέον PY 10 αὐτῶν ἓν μὲν S U Mp: πρῶτον μὲν PZ πρῶτον μέν αὐτῶν Y 11 ἔπειτα δὲ Y 12 δὴ P || τὰ δὲ δίποδα om S UZ 13 τὰ δὲ τετράποδα om Z 14 τοὺς om Y 17 ἰχθύες δὲ S U ante ἰχθύες lac duarum litt U, om οἱ δὲ 18 οἱ ὄρνις Y ὁ om P 19 περὶ U Y Mc 20 δʼ αὐτὸς PY 21 τὰ κοῖλα Ζ  22 τὰ om Z καὶ τὰ PS U || κάμπτουσι PYZ 24 ἐμπρόσθια SU)

22
κυρτὸν τῆς περιφερείας κάμπτει, τὰ δʼ ὀπίσθια ἐπὶ τὸ [*](p. 704 b) κοῖλον. ἔτι δὲ τῶν τετραπόδων ὅσα μὴ ζῳοτοκεῖ ἀλλʼ ᾠοτοκεῖ, ἰδίως καὶ εἰς τὸ πλάγιον κάμπτει) πρὸς δὲ τούτοις διὰ τίνʼ αἰτίαν τὰ τετράποδα κινεῖται κατὰ διάμετρον περὶ δὴ πάντων τούτων, καὶ ὅσα ἄλλα συγγενῆ τούτοις, τὰς αἰτίας θεωρητέον. ὅτι μὲν οὖν οὕτω ταῦτα συμβαίνει, δῆλον ἐκ τῆς ἱστορίας τῆς φυσικῆς, διότι δέ, νῦν σκεπτέον.

2 Ἀρχὴ δὲ τῆς σκέψεως ὑποθεμένοις οἷς εἰώθαμεν χρῆσθαι πολλάκις πρὸς τὴν μέθοδον τὴν φυσικήν, λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν πᾶσι τοῖς τῆς φύσεως ἔργοις, τούτων δʼ ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν ποιεῖ μάτην, ἀλλʼ ἀεὶ ἐκ τῶν ἐνδεχομένων τῇ οὐσίᾳ περὶ ἕκαστον γένος ζῴου τὸ ἄριστον· διόπερ εἰ βέλτιον ὡδί, οὕτως καὶ ἔχει κατὰ φύσιν. ἔτι τὰς διαστάσεις τοῦ μεγέθους, πόσαι καὶ ποῖαι ποίοις ὑπάρχουσι, δεῖ λαβεῖν. εἰσὶ γὰρ διαστάσεις μὲν ἕξ, συζυγίαι δὲ τρεῖς, μία μὲν τὸ ἄνω καὶ τὸ κάτω, δευτέρα δὲ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, τρίτη δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. πρὸς δὲ τούτοις ὅτι τῶν κινήσεων τῶν κατὰ τόπον ἀρχαὶ ὦσις καὶ ἕλξις. καθʼ αὐτὰς μὲν οὖν αὗται, κατὰ συμβεβηκὸς δὲ κινεῖται τὸ φερόμενον ὑπʼ ἄλλου· οὐ γὰρ αὐτὸ δοκεῖ κινεῖν αὐτό, ἀλλʼ ὐπʼ ἄλλου κίνεῖσθαι τὸ [*](p. 705 a) ὑπό τινος φερόμενον.

3 Τούτων δὲ διωρισμένων λέγωμεν τὰ τούτων ἐφεξῆς. τῶν δὴ ζῴων ὅσα μεταβάλλει κατὰ τόπον, τὰ μὲν ἀθρόῳ. παντὶ τῷ σώματι μεταβάλλει, καθάπερ τὰ ἁλλόμενα, [*](704 b 6 πλαγίως. Z ||κάμπτουσι PZ (etiam 4 sic PYZ) 8 δὴ δὲ UZ || τούτων ἀπάντων Y τ. δὴ ἁπ. S 9 ῥητέον Y || οὖν SUZMp: γὰρ PY 12 προθεμένοις SUM || ὡρ U Y M1 13 τὰ om Z 15 μὲν om Ζ || ἐστιν om S U || μάτην ποιεῖ SU Mc 16 ἐκ τῶν ἐνδ.: τὸ ἐνδεχόμενον Ζ 17 διὸ Ζ || εἰ om PSU YMc || ὠδὴ SU ὠ eras U δὴ PMc || τὰ κατὰ Z 18 ἔτι δὲ S ἔπειτα Z || ποῖαι om SZ 19 μὲν om S U 20 καὶ κάτω P Y 21 καὶ ὄπισθεν SU YZ τὸ ante δεξιὸν et ἀριστερὸν om S 23 οὗν om SU 24 ὑπʼ — 705 a 2 φερόμενον om Ζ U, add in marg U2 5 καθάπερ τὰ ἁλλόμενα om Z)

23
τὰ δὲ μορίοις, καθάπερ τῶν πορευομένων ἕκαστον. ἐν ἀμφοτέραις δὲ ταῖς μεταβολαῖς ταύταις ἀεὶ μεταβάλλει τὸ κινούμενον ἀποστηριζόμενον πρὸς τὸ ὑποκείμενον αὐτῷ. διόπερ ἐάν τε ὑποφέρηται τοῦτο θᾶττον ἢ ὥστʼ ἔχειν ἀπερείσασθαι τὸ ποιούμενον ἐπʼ αὐτοῦ τὴν κίνησιν, ἐάν θʼ ὅλως μηδεμίαν ἔχῃ τοῖς κινουμένοις ἀντέρεισιν, οὐθὲν ἐπʼ αὐτοῦ δύναται κινεῖν ἑαυτό. καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω καὶ πρὸς τὸ ὑπὸ τοὺς πόδας ποιεῖται τὴν ἅλσιν· ἔχει γάρ τινα ἀντέρεισιν πρὸς ἄλληλα τὰ μόρια ἐν ταῖς καμπαῖς, καὶ ὅλως τὸ πιέζον πρὸς τὸ πιεζόμενον. διὸ καὶ οἱ πένταθλοι ἅλλονται πλέον ἔχοντες τοὺς ἁλτῆρας ἢ μὴ ἔχοντες, καὶ οἱ θέοντες θᾶττον θέουσι παρασείοντεσ τὰς χεῖρας· γίνεται γάρ τις ἀπέρεισις ἐν τῇ διατάσει πρὸς τὰς χεῖρας καὶ τοὺς καρπούς. ἀεὶ δὲ τὸ κινούμενον δυσὶν ἐλαχίστοις χρώμενον ὀργανικοῖς μέρεσι ποιεῖται τὴν μεταβολήν, τῷ μὲν ὡσπερανεὶ θλίβοντι, τῷ δὲ θλιβομένῳ. τὸ μὲν γὰρ μένον θλίβεται διὰ τὸ φέρειν, τὸ δʼ αἰρόμενον τείνεται τῷ φέροντι τὸ φορτίον. διόπερ ἀμερὲς οὐδὲν οὕτω κινηθῆναι δυνατόν· οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὑτῷ διάληψιν.