De audibilibus
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Λιγυραὶ δʼ εἰσὶ τῶν φωνῶν αἰ λεπταὶ καὶ πυκναί, καθάπερ καὶ ἐπὶ τῶν τεττίγων καὶ τῶν ἀκρίδων καὶ αἱ τῶν ἀηδόνων, καὶ ὅλως. ὅσαις λεπταῖς οὔσαις μηθεὶς ἀλλότριος ἧχος παρακολουθεῖ. Ὄλως γὰρ οὐκ ἔστιν οὔτʼ ἐν ὄγκῳ φωνῆς τὸ λιγυρόν, οὔτʼ ἐν τόνοις ἀνιεμένοις καὶ βαρέσιν, οὔτʼ ἐν ταῖς τῶν φθόγγων ἁφαῖς, ἀλλὰ μάλλον ὀξύτητι καὶ λεπτότητι καὶ ἀκριβείᾳ.
Διὸ καὶ τῶν ὀργάνων τὰ λεπτὰ καὶ σύντονα καὶ μὴ ἔχοντα κέρας τὰς φωνὰς ἔχει λιγυρωτέρας· ὁ γὰρ ἀπὸ τῶν ὑδάτων ἧχος, καὶ ὅλως ὅταν ἀπό τινος γιγνόμενος παρακολουθῇ, συνέχει τὴν ἀκρίβειαν
τῶν φθόγγων. Σαθραὶ δʼ εἰσὶ καὶ παρερρυηκυῖαι τῶν φωνῶν ὅσαι μέχρι τινὸς φερόμεναι συνεχεῖς διασπώνται.