De audibilibus
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐὰν δὲ ξηρὸν ᾖ τὸ πνεῦμα παντελῶς, σκληροτέρα ἡ φωνὴ γίγνεται καὶ διεσπασμένη· συνέχει γὰρ ἡ νοτίς, ὅταν ᾖ λεπτή, τὸν ἀέρα, καὶ ποιεῖ τινὰ τῆς φωνῆς ἁπλότητα. Τῶν μὲν οὖν ἀγγείων αἱ διαφοραὶ καὶ τῶν
παθῶν τῶν περὶ αὐτὰ γιγνομένων τοιαύτας ἕκασται τὰς φωνὰς ἀποτελοῦσιν.Αἱ δὲ φωναὶ δοκοῦσι μὲν εἶναι καθʼ οὖς ἂν ἕκασται γίγνωνται τόπους, ἀκούομεν δὲ πασῶν αὐτῶν, ὅταν ἡμῖν προσπέσωσι πρὸς τὴν ἀκοήν. Ὁ γὰρ ὠσθεὶς ὑπὸ τῆς πληγῆς ἀὴρ μέχρι μέν τινος φέρεται συνεχής, ἔπειτα κατὰ μικρὸν ἀεὶ διακινεῖται μᾶλλον, καὶ τούτῳ γιγνώσκομεν πάντας τούς ψόφους καὶ τοὺς πόρρω γιγνομένους καὶ τοὺς ἐγγύς.
Δῆλον δʼ ἐστίν· ὅταν γάρ τις λαβὼν κέραμον ἢ αὐλὸν ἢ σάλπιγγα, προσθείς τε ἑτέρῳ πρὸς τὴν ἀκοήν, διὰ τούτων λαλῇ, πάσαι δοκοῦσιν αἱ φωναὶ παντελῶς εἶναι πλησίον τῆς ἀκοῆς διὰ τὸ μὴ σκεδάννυσθαι τὸν ἀέρα φερόμενον, ἀλλὰ διατηρεῖσθαι τὴν φωνὴν ὁμοίαν ὑπὸ τοῦ περιέχοντος ὀργάνου.
Καθάπερ οὖν καὶ ἐπὶ τῆς γραφῆς, ὅταν τις τοῖς χώμασι τὸ μὲν ὅμοιον ποιήσῃ τῷ πόρρω τὸ δὲ τῷ πλήσιον, τὸ μὲν ἡμῖν ἀνακεχωρηκέναι δοκεῖ τῆς γραφῆς τὸ δὲ προέχειν, ἀμφοτέρων αὐτῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῶν ψόφων καὶ τῆς φωνῆς, ὅταν μὲν ἤδη διαλελυμένη προσπίπτῃ πρὸς τὴν ἀκοὴν ἡ δέ τις συνεχής, ἀμφοτερων αὐτῶν ἀφικνουμένων πρὸς τὸν αὐτὸν τόπον, ἡ μὲν ἀφεστηκέναι πόρρω δοκεῖ τῆς ἀκοῆς ἡ δʼ εἶναι σύνεγγυς, διὰ τὸ τὴν μέντοι πόρρωθεν ὁμοίαν εἶναι, τὴν δὲ πλησίον.