Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

IV ἡ μὲν οὗν πρώτη πολιτεία ταύτην εἷχε τὴν ὑπογραφήν. μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος ἐπ᾿ Ἀρισταίχμου ἄρχοντος Λρά[κ]ων τοὺς θεσμοὺς ἔθηκεν· ἡ δὲ τάξις αὕτη τόνδε τὸν τρόπον εἷχε. ἀπεδέδοτο μὲν ἡ πολιτεία τοῖς ὅπλα παρεχομένοις. ᾑροῦντο δὲ τὸυς μεν ἐννέκ ἄρχοντας καὶ τοὺς ταμίας οὐσίαν κεκτημένους οὐκ ἐλάττω δέκα μνῶν ἐλευθέραν, τὰς δ᾿ ἄλλας ἀρχὰς | <τὰς> ἐλάττους ἐκ τῶν ὅπλα παρεχο- [*](p. 2) μένων στρατηγοὺς δὲ καὶ ἱππάρχους οὐσίαν ἀποφαίνοντας οὐκ ἔλαττον ἢ έκατὸν μνῶν ἐλευθέραν καὶ παῖδας ἐκ γαμετῆς γυναικὸς γνησίους ὑπὲρ δέκα ἔτη γεγονότας· τούτους δ᾿ ἔδει διε[γγ]υᾶν τοὺς πρυτάνεις καὶ τοῦς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δݲ ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι. βουλεύειν δὲ τερακοσίους καὶ ἕνα τοὺς λαχόντας ἐκ τῆς πολιτείας. κληροῦσθαι δὲ καὶ ταύτην κὰς ἄλλας ἀπχὰς τοὺς ὑπὲρ τριάκοντ᾿ ἔτη γεγονότας, δὲ δὶς τὸν αὐτ[ον μὴ ἄρχειν πρὸ τοῦ τοῦ πάντα ἐξελθεῖν· τότε δὲ πάλιν ἐξ ὔπαρχῆς κληροῦν. εἰ δέ τις τῶν βουλευτῶν, ὄταν ἕδρα βουλῆς ἤ ἐκκλησίας ᾖ, ἐκλείποι τὴν σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς, ὁ δὲ ίππεὺς δύο, ζευγίτης δὲ μίαν. ἡ δὲ βουλὴ ἡ ἐξ ᾿Αρείου πάγου φύλαξ ἧν τῶν νόμων καὶ διετήρει τὰς ἀρχὰς ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν. ἐξῆν δὲ τῷ ἀδικουμένῳ πρὸ[ς τὴν τῶν] Ἀρεοπαγιτῶν βουλὴν εἰσαγγέλλειν ἀποφαίνοντι παρ᾿ ὅν ἀδικεῖται νόμον. ἐπὶ δὲ τοῖς σώ[μ]ασιν ἧσαν οἱ δανεισμοί, καθάπερ εἴρηται, καὶ ἡ χώρα δι᾿ ὀλίγων ἧν.

V. τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις ὁ δῆμος. ἰσχυρᾶς δὲ [*](3 σρεοπαγειτ(ων) L 5 πάντας] παντες L*, corr. L1 7 ααρεοπαγειται L 11 αὔτη] αυτ(ης) L: Wn. legit αυτ ο sc. αὐτοῦ 12 απεδοτο L*, corr. L1 14 ἀρχὰς om. L*, add. in marg. L1 (ut recte vidit Wn.) τὰς add. Richards et al. 16 ελευθερων L 17 δ(ε)διεγγυαν L*, δει suprascr. L1, quod om. K-W 21 τριακονθ L 22 ἐξελθεῖν] ξ paene totum periit:δ[ι]ελθεῖν Wn.(K-W3) 24ᾖ]η L 27 αρεοπαγειτ(ων) L) [*](1 Laert. Diog. I 58 καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομθετῶν. Arist. Pol. Δ 14. 1298a28 τέταρτος δὲ τρόπος (sc. δημοκρατίας) τὸ πάντας περὶ πάντων βουλεύεσθαι συνιόντας, τὰς δ᾿ ἀρχὰς περὶ μηθενὸς κρίνειν ἀλλὰ μόνον προανακρίνειν, ὅνπερ ἡ τελευταία δημονκρατία νῦν διοικεῖται τρόπον.) [*](11 sqq. Arist. Pol. B 12. 1274b15 Δράκοντος δὲ νόμοι μέν εὶσι, πολιτείᾳ δ᾿ ὕπαρχούσῃ τοὺς νόμους ἔθηκεν· ἴδιον δ᾿ ἐν τοῖς νόμοις οὐδέν ἐστιν ὅ τι καὶ μνείας ἄφιον, πλὴν ἠ χαλεπότης διᾶ τὸ τῆς ξημίας μέγεθος.)

6
τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις εἵλοντο κοινῇ [*](p.2) διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχὴ
  • γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,
  • πρεσβυτάτην ἐσορπων γαῖαν Ἰαονίας καινομένην·
  • ἐν ᾖ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφισβητεῖ καὶ μετὰ> ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶσαν φιλονικίαν. ἧν δ᾿ ὁ Σόλων τῇ μὲν [φύ]σει καὶτῇ δόξῃ τῶν πρώτων, τῇ δ᾿ οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν·
  • ὐμεῖς δ᾿ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἧτορ, οὕπολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λάσατε,
  • ἐν μετρίοισι τίθεσ[θ]ε μέγαν νόον· οὔτε γὰρ ἠμεῖς εισόμεθ᾿ οὔθ᾿ ὑμῖν ἄρτια τα[ῦτ᾿] ἔσεται.
  • καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ ῾τήν τε φι[λαργυρ]ίαν τήν τε ὑπερηφανίαν᾿ ὡς διὰ ταπῦτα τῆς ἔχθρας ἐνεστώσης.

    VI. κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ὴλευ θέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εὶς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ των δ[η]μοσίων, ἅς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος. ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν· συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεὶν τισι τῶν [γν]ωρίμω[ν], ἔπειθ᾿, ὡς μὲν οἱ δημοτικοὶ λέγουσι, παραστρατηγη[θ]ῆναι διὰ τῶν φίλων, ὡς δ᾿ οἱ β[ουλ]όμενοι βλασ[φ]ημεῖν, καὶ αὐτὸν κοινωνεῖν. δανεισάμενοι [*](4 γινωσκω L 6 καινομένην] ita legit Bl., recte ut vid.: κλινομένην Wn. (K-W3), qoud verum esse potest, sed littera altea α potius quam λ esse videtur 8 θιλοτιμιαν L*, corr. L1 9 φύσει Richards, cett. 13 ἠλάσατε Postgate 15 ταῦτ᾿ Η.L, al., τἄλλ᾿ ego antea, quod tuetur Ludwich (Berl. Phil. Woch. 1903, p. 700); sed est ante ε hasti transversa magis litterae τ quam λ apta 17 φιλαργυρίαν (fortasse -ειαν) L)] cf. Plut. Sol. 14: φσ...ειαν legit Wn., φι[λαργ]θρείαν Diels, φ[ιλοπου]τιαν Bl. 22 ασεισαχθια L*, σ suprascr. L1; ἄ σεισάχθεια K-W3 αποσισαμ(εν)οι L 23 τινες Wyse, al. 26 βουλόμενοι Ι. Ε. Β. Mayor, al. δανισαμ(εν)οι L) [*](1 Plut. Amat. 18,14 p. 763 D ὥσπερ οὗν ἧσάν ποτε τρεῖς στάσεις Αθἡνησι, Παράλων Ἐπακρίων Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἐπεὶ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτῆν καὶ ἄρχοντα καὶ νομοθέτην, ὅς ἔδοξε τῆς ἄρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον.) [*](10 Arsit. Pol Δ 11. 1296a16 σημεῖον δὲ δεὶ νομίδειν καὶ τὸ τὸ τοὺς βελτίστους νομοθέτας εἷναι τῶν μέσων πολιτῶν· Σόλων τε γὰρ ἧν τούτων (δηλοῖ δ᾿ ἐκ τῆς ποιήσεως, κτλ.)) [*](22 Hesych. σεισαχθεια: Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομθέτησεν, ἥωπερ σεισάχθειαν ἐκάλεσε παρὲ τὸ ἀποσείσασθαι τὰ βάρη τῶν δανείων. Phot.-Suid. σεισάχθεια: χρεοκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἥν εἰσηγήσατο Σόλων. εἴρηται δὲ παρόσον ἔθος ἧν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις, ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι, ὡς Φιλόχορος δὲ δοκεῖ, ἀπολψηφισθπηναι τὸ ἄχθος. — Cyrill. Vall. E 11 σεισάχθεια: χρεῶν ἀποκοπαί.)

    7
    γὰρ οὗτοι συνεπριαντο πολλὴν χώραν, καὶ μετ᾿ οὐ πολὺ τῶν χρεῶν p.2 ἀποκοπῆς γενομένης ἐπλούτουν· ὅθεν φασὶ γενέσθαι τοὺς ὔστερον δοκοῦντας εἷναι παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθ[ανώ]τερος ὁ τῶν δημοτικῶν λόγος· οὐ γὰρ ε[ἰκ]ὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, [ὥ]στ᾿ ἐξὸν αὐτῷ τοὺς ἑ[τ]έρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχ[θέ]σθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὔτω δὲ μικροῖς καὶ φανεροῖς καταρρυπαίνειν ἑαυτόν. ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά τε πράγματα νοσοῦντα μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ μένηται καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες. ταύτην μὲν χρὴ νομίζειν ψευδῆ τὴν αἰτίαν εἷναι.