Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

XXXVII. ἢδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου [*](1) μετὰ τῶν φυγάσων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἒγνωσαν τῶν μὲν ἂλλων τὰ ὃπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε <τὸν> τρόπον. νόμους εἰσήνεγκαν εἰς βουλὴν δύο κελεύοντες | ἐπιχειροτονεῖν, ὦν ὁ μὲν εἶς αὐτοχράτορας [*](Ρ. 17) ἐποίει τοὺς τριάκοντα τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δ’ ἓτερος ἐκώλυεοιvωἔι τῆς παρούσης πολιτείας ὃσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες [ἢ] τοῖς κατασκευάσασι τὴν ἀλιγαρκίαν· ὦν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὣστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων ἒξω τε γίγνεσθαι τῆς πολιτείας αὐτὸν καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας. ἀναιρεθέντος δὲ Θηραμένους μένους τά τε ὃπλα παρείλοντο πάντων πλὴν τῶν τρισχιλίων καὶ ἐν τοὶς ἂλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις <δὲ> εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν καὶ βοηθεῖν αὑτοῖς ἠξίουν· ὦν ἀκούσαντες οἱ Λακεδαιμόνιοι Καλλίβιο ἀπέστειλαν ἀρμοστὴν καὶ στρατιώτας ὡς ἑπτακοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες ἐφρούρουν.

XXXVIII. μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μουνιχίαν [*](1) καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τρικκοντα βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἂστεως καὶ συναθροισθέντες εἰς τὴν αγορὰν τῇ ὑστεραίᾳ τοὺς μὲν τριακοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ τολέμου κατάλυσιν. οἱ δὲ παραλαβόντες τὴν ἀρχὴν ἐφ’ ιἶς μὲν ῄρέθησαν οὐκ ἒπραττον, ἒπεμπον δ' εἰς Λακεδαίμονα [*](2 υπερβαλλοντο L εγνωφμενους L*, corr. L4 3 δοξιεν L*, corr. L4 εξηλιφον L*, corr. L4 εγγεγραμμένων H-L, K-W, Bl, S 5 χιμωνος L 6 στρατείαν K-W 7 παριεσθα L*, ε suprascr. et ι add. L4 8 διαφθιραι L ισηνενκαν ις L*, corr. L4 9 Ις L 10 ΑΠΟΚΤΙΝΑΙ L 12 πολιτιας L οσσοι τυνχανουσιν L ηετιωνια τιχος L*, corr. L4 13 ἢ del. Hude, edd. cett. 14 ov L*, corr. L4 ετυνχανεν L*, corr. L4 θηρομενης L*, corr. L4 15 γιγνεσται L*, corr. L4 πολιτιας L 16 ιναι L*, corr. L4 17 πριν L*, corr. L4 18 δὲ suppl. J. B. Mayor, al.; lacunam ante πρεσβεῖς indicant K-W, S 19 ις L*, corr. L4 τουσε L*, corr. L4 20 απεστιλαν L*, corr. L4 22 μουνυχιαν L 23 μαχη L 24 αστεος (pr. ουος) L*, corr. L4 συνασθροισθεντες L ις L*, corr. L4 25 τη υστεραια L δε om. L*, suprascr. L4 27 εν οις L ηρεθ- L ἒπεμπον] lectio non certa sed probabilis ις L*, corr. L) [*](25 Lex. Bekk. quintum (BAv 236,1) s. v. δέκα: . . . . . μὴ ἀγνοῶμεν δέ, ὃτι ἓτεροί εἱ ιݲ, οὓς Ἀθηνῖ<οι> εἳλοντο μετὰ τὴν τῶν λ κατάλυσιν (κατασταθέντες Bekker).)

40
βοήειαν μεταπεμπόμενοι καὶ χρήματα θανειζόμενοι. χαλεπῶς δὲ ξερόντων [*](2) ὲπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς [*](Ρ. 17) καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἂλλους (ὅπερ ἐγένετο), συλλαβόντες οὐδενὸς ὂντα δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι. τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. ὡς δ’ [*](3) οἱ τὸν Πειραιέα καὶ τὴν Μουνιχίαν ἒχοντες, ἀποστάντος ἃπαντος τοῦ δήμου πρὸς αὐτούς, ἐπεκράτουν τῷ πολέμῳ, τότε καταλύσαντες τοὺς δέκα τοὺς πρώτους αἱρεθέντας ἂλλους εἳλοντο δέκα τοὺς βελτίστους εἶναι δοκοῦντας, ἐφ’ ὦν συνέβη καὶ τὰς διαλύσεις Ι γενέσθαι καὶ κατελθεῖν τὸν δῆμον, συναγωνιζομένων [*](p. 18) καὶ προθομουμένων τούτων. προειστήκεσαν δ’ αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὖτοι γὰρ πρίν τε Παυσανίαν [τ'] ἀφικεσθαι θιεπεμποντο πρὸς τοὺς ἐν Πειραιεῖ καὶ συνεσπούδασαν τὴν κάθοδον. ἐπὶ πέρας γὰρ ἢγαγε τὴν εἰρήνην καὶ τὰς [*](4) διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὓστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούσασεν ἐλθεῖν. οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὒνοιαν τὴν εἰς τόν δῆμον ἐπῃνέθησαν, καὶ λκβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ τὰς εὐθύνας ἒσοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδὲν ἐνεκάλεσεν αὐτοῖς οὒτε τῶν ἐν ἂστει μεινάντων οὒτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ῄρέθη Ῥίνων.

XXXIX. ἐγένοντο δ’ αἱ διαλύσεις ἐπ’ Εὐκλείδου ἂρχοντος κατὰ τὰς [*](1) συνθήκας τάσδε. τοὺς βουλομένους Ἀθηναίων τῶν ἐν ἂστει μεινάντων ἐδοικεῖν ἒχειν Ἐλευσῖνα ἐπιτίμους ὂντας καὶ κυρίους καὶ αὐτοκράτορας ἑαυτῶν καὶ τὰ αὑτῶν παρπουμένους. τὸ δ’ ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπιμελεῖσθαι [*](2) δὲ Κήρυκας καὶ Εὐμολπίσας κατὰ τὰ πάτρια. μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἱς τὸ ἂστυ μήτε τοῖς ἐκ τοῦ ἂστεως Ἐλευσινάδε ἰέναι πλὴν μουτηρίοις ἑκατερους. συντελεῖν δὲ ἀπὸ τῶν προσιόντων εἰς τὸ [*](1 δανιζομενοι L χαλεξως L*, corr. L4 2 τη L*, ι add. L2? πολιτια L μη . . . βουλουενοι (3) bis scr. L*, corr. L? 4 απεκτιναν L 5 πελοποννησων L 6 παραντων L*, corr. L4 7 ος L*, corr. L4 8 πιραια L*, corr. L4 μουνυχιαν L αποστατος L*, corr. L4 9 αυτην L, corr. BI, cett. τω πολεμω L 10 ιλοντο L*, corr. L4 δοκουντες L*, corr. L4 11 διαλυσις L 12 προιστηκεσαν L 13 ρινον L*, corr. L4 παινιευς L*, corr. L2? αχερδους υιος L, corr. Bywater, cett. 13. 14 πριν η παυσανιαν τ αφ- L, corr. Richards, Herwerden 14 πιραι L*, corr. L4 αφικνομενους L 15 ιρηνην L*, corr. L4 17 οὓς] ις L*, corr. L4 18 τη bis L*, corr. L4 επηνεθ- L 19 post επιμελειαν, τας ευδ scripsisse videtur L2, sed inter scribendum delevisse 20 αστι μιναντων L*, corr. L4 21 πειραιως L*, corr. L4 ηρεθηινων L*, Ρ ins. L2 22 διαλυσις L*, corr. L4 23 αθηναιων om. L*, suprascr. L4 deh H-L, K-W μιναντων L*, corr. L4 24 αυτοκρατορες L* corr. L4 27 ελευσεινοθεν L ις L*, corr. L4 αστεος L*, corr. L4 ελευσεινασε L 28 in marg. δ εισιεν|ετει ι dubium est) scr. L4 quod interpretatus sum δ εἰσὶ ἐν ἒτει (sc.μυστήρια), Wn. autem (quem secuti sunt K-W3, BI3) δ εισιεν runt (sc. Ἐλευινάδ’ εἰσιέναι), ετε autem ad ἐκατέρους (neque autem quo sensu liquet, neque hae litterae prope ἑκατέρους scriptae sunt) πλὴν] πριν L ις L*, corr. L4)

41
συμμαχικ[]ον καθάπερ τοὺς ἄλλους Ἀθηναίους. ἐὰν δέ τινες τῶν ἀπιόντων [*](3) οἰκίαν λαμβάνωνσιν Ἐλευσῖνι, συμπείθειν τὸν κεκτημένον· ἐὰν δὲ μὴ [*](p.l8) συμβαίνωσιν ἀλλήλοις, τιμητὰς ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν᾿ ἄν οὗτοι τάξωσιν τιμὴν λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὕς ἄν οὗτοι βούλωνται. τὴν δ᾿ ἀπογραφὴν εἷναι τοῖς βουλομένοις ἐξοικεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ᾿ [*](4) ἧς ἄν ὀμόσωσιν τοὺς ὅρκους δ[έκ]α ἡμερῶν, τὴν δ᾿ ἐξοίκησιν εἴκοσι, τοῖς δ᾿ ἀποδημοῦσιν ἐπειδὰν ἐπιδημήσωσιν κατὰ ταὐτὰ. μὴ ἐξεὶναι δὲ ἄρχειν [*](5) μηδεμίαν ἀρχὴν τῶν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα, πρὶν ἄν ἄπογράψηται πάλιν ἐν τῷ ἄστει κατοικεῖν. τάς δὲ | δίκας τοῦ φόνου εἷναι [*](p. 19) κατὰ τὰ πάτρια, εἴ τίς αὐτοχειρίᾳ ἢ ἔτρωσεν. τῶν δὲ [*](6) παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνηικακεῖν ἐξεῖναι πλὴν πρὸς τοὺς τριάκοντα καὶ τοὺς δέκα καὶ τοὺς ἕνδεκα καὶ τοὺς τοῦ Πειραιέως ἄρξαντας, μηδὲ πρὸς τούτους, ἐὰν διδῶσιν εὐθύνας. εὐθύνας δὲ δοῦναι τοὺς μὲν ἐν πειραιεῖ ἄρξαντας ἐν τοῖς ἐν Πειραιεῖ, τοὺς δ᾿ ἐν τῷ ἄστει ἐν τοῖς τὰ τιμήματα παρεχομένοις. εἷθ᾿ οὕτως ἐξοικεῖν τοὺς ἐθέλοντας. τὰ δὲ χρήματα ἅ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑχατέρους ἀποδοῦναι χωρίς.