Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

XXVIII. ἓως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου βελτίω τὰ κατὰ [*](1) τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω. πρῶτον γὰρ [*](p. 11) τότε προστάτην ἒλαβεν ὁ δῆμος οὐκ εὐδοκιμοῦντα παρὰ τοῖς ἐπιεκέσιν· ἐν δὲ τοῖς πρότερον χρόνοις ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς δημαγωγοῦντες. ἐξ [*](2) ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάστης τοῦ δήμου Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν καὶ γνωρίμων· καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον οἱ περὶ τὸν Ἰσαγόραν. μετὰ δὲ ταῦτα τοῦ μὲν δήμου προειστήκει Ξάνθιππος, τῶν δὲ γνωρίμων Μιλτιάσης, ἂπειτα Θεμιστοκλῆς καὶ Ἀριστείδης· μετὰ δὲ τούτους Ἐφιάλτης μὲν τοῦ δήμου, Κίμων δ’ ὁ Μιλτιάσου τῶν εὐπόρων· εἶτα Περικλῆς μὲν τοῦ δήμου, Θουκυδίδης δὲ τῶν έτέρων, κηδεστὴς ὢν Κίμωνος. Περικλέους δὲ τελευτὴ- [*](3) σαντος τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ δὲ δήμου Κλέων ὁ Κλεαινέτου, δς δοκεῖ μάλιστα διφθεῖραι τὸν δῆμον τκῖς ὁρμαῖς, κκὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε κκὰ ἐλοιδορήσατο καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἂλλων ἐν κόσμῳ λεγόντων. εἶτα μετὰ τούτους τῶν μὲν ἑτέρων Θηραμένης ὁ Ἅγνωνος, τοῦ δὲ δήμου Κλεοφῶν ὁ λυροποιός, ὃς καὶ τὴν διωβελίαν ἐπόρισε πρῶτος· καὶ χρόνον μέν τινα [*](1 βελτειν L 3 ευδοκιμουμενοντα μ alterum super ν scriptum) L*, corr. L1) [*](6 τῶν . . . γνωρίμων del. K-W; post εὐγενῶν ins. ὢν Richards (H-L, Bl.)) [*](7 αλκμεονιδων L 14 κλαιενετου L 18 διωβολιαν L, corr. K-W, al.) [*](14 Schol. Lucian. Tim. 30 (p. 47 sq. Jacob.) de Cleone ἐπέστη δὲ καὶ τῇ πρὸς Λακεδαιμονίυς εἰρήνῃ, ὡς Φιλόχορος καὶ Ἀριστοφάνης προσθεὶς προθεὶς Diels] ἂρχοντα Εὒδυνον· Ἀριστοτέλης δὲ καὶ περιζωσάμενον αὐτὸν γέγει δημηγορῆσαι, εἰς τὴν θρασύτητα αὐτοῦ ἀποσκώπτων. Schol. Aeschin. I 25: λέγεται δὲ Κλέων ὁ δημαγωγὸς παραβὰς τὸ ἐξ ἒθους σχῆμα περιζωσάμενοςημη7οΡῆσαι. Cf. Plut. Nic. 8: xot μέντοι καὶ τὴν πόλιν ἒβλαψεν οὐ μικρὰ τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως, ὑφ’ ἦς εἰς βαρὺ φρόνημα καὶ θράσος ἐμπεσὼν ἀκάθεκτον ἂλλας τε τῇ πόλει προσετρίψατο συμφοράς, ὦν οὐχ ἣκιστα καὶ αὐτὸς ἀπέλαυσε, καὶ τὸν ἐπὶ τοῦ βήματος κόσμον ἀνελὼν καὶ πρῶτος ἐν τῷ δημηγορεῖν ἀνακραγὼν καὶ περισπάσας τὸ ἱμάτιον καὶ τὸν μηρὸν πατάξας καὶ δρόμῳ μετὰ τοῦ λέγειν ἃμα χοησάμενος τὴν ὀλίγον ὓστερον παντα τὰ τὰ πράγματα συγχέασαν εὐχέρειαν καὶ ὀλιγωρίαν τοῦ πρέποντος ἐνεποίησε τοῖς πολιτευομένοις.) [*](18 Schol. Ar. Vesp. 684 (V, dett.) τοῦτο (scr. τὸ τριώβολον) δὲ ἂλλοτε ἐδίδοτο τῶν δημαγωγῶν τὰ πλήθη κολακευόντων, ὣς φησιν Ἀριστοτέλης ἐν Πολιτείαις. Proverb. Ath. III 151 (Plut. vulg. II 11), Zenob. Par. VI 29, = Phot. Suid. s. v. ὑπὲρ Td Καλλικράτους (ex Pausania): . . . Ἀριστοτέλης δέ φησιν Iv τῇ ἂλλοι δέ φασιν Plut. vulg.) Ἀθηναίων πλιτείᾳ Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς τῶν δικαστῶν τοὺς μισθοὺς Zenob. Par.) ek ὑπερβολὴν αὐξῆσαι (hic. desin. Plut, vulg.), ὃθεν καὶ τὴν παροιμίαν εἰρήσθαι.)

32
διεδίδοτο, μετὰ δὲ ταῦτα κατέλυσε Καλλικράτης Παιανιεὺς πρῶτος ὑποσχόμενος [*](p. 11) ἐπιθήσειν πρὸς δυοῖν ὀβολοῖν ἂλλον ὀβολόν. τούτων μὲν οὖν ἀμφοτέρων θάνατον κατέγνωσαν ὓστερον· εἲωθεν γὰρ, κἂν ἐξαπατηδῇ τὸ πλῆθος, ὓστερον μισεῖν τούς τι προαγαγόντας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς ἐχόντων. ἀπὸ δὲ Κλεοφῶντος ἢδη διεδέχοντο συνεχῶς τὴν δημαγωγάν [*](4) οἱ μάλιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, πρὸς τὰ παραυτίκα βλέποντες. δοκοῦσι δὲ βέλτιστοι γεγονέναι τῶν Ἀθήνησι [*](5) πολιτευσαμένων μετὰ τοὺς ἀρχαίους Νικίας καὶ Θουκυδίδης καὶ Θηραμένης. καὶ περὶ μὲν μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν ἂνδρας γεγονέναι οὐ μόνον καλοὺς κἀγαθοὺς ἀλλὰ καὶ πολιτικοὺς καὶ τῇ πόλει πάση πατρικῶς χρωμένους, περὶ δὲ Θηραμένους διὰ τὸ συμβῆναι κατ’ αὐτὸν ταραχώδεις τὰς πολιτείας ἀμφισβήτησις τῆς κρίσεώς ἐστι. δοκεῖ μέντοι τοῖς μὴ παρέργως ἀποφαινομένοις οὐχ ὢσπερ αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἓως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὃπερ ἑστὶν ἀγαθοῦ πολίτου ἒργον, παρανομούσαις δὲ οὐ συγχω[ρ]ῶν ἀλλ’ ἀπεχθανόμενος.

XXIX. ἓως μὲν οὖν ἰσόρροπα τὰ πράγματα κατὰ τὸν πόλεμον ἦν, [*](1) διεφύλαττον τὴν δημοκρατίαν. ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν ἰσχυρότερα τὰ τῶν Λακεδαιμονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα συμμαχίαν, ἠναγκάσθησαν κι[νήσα]ντες τὴν δημοκρατίαν καταστῆσαι τὴν επὶ τῶν πετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου το[δ Ἀναφλ]υ[σ]τίου, μάλιστα δὲ συμπεισθέντων τῶν πολλῶν διὰ τὸ νομίζειν βασιλέα μᾶ[λ]λον ἐαυτοῖς συμπολεμήσειν, ἐὰν δι’ ὀλίγων ποιήσωνται τὴν πολιτείαν. | ἦν δὲ [*](p. 12) [*](1 διεδιδου L, corr. Wyse, cett. (ex schol. Arist. Vesp. 88,684); non tamen certum 6 τὰ] το legit BI.; lectio non omnino certa, sed videtur α esse 7 δὲ] δοι L*, ε suprascr. L1? αθηνηισι L, sed cf. Meisterhans 3, p. 146 8 πολειτευσαμ<εν>ων L 11 πατρικῶς] καλως superscr. L4?; sed cf. Plut. Nic. 2 12. 13 μέντοι τοῖς] μ(εν)τοις L, μέντοι sine τοῖς K-W 17 τσοροπα L 19 διαφοραν L, corr. Richards, cett. ισχυροτατα L, corr. J. B. Mayor, cett. 20 κε . . . . . ωτες L, κινήσαντες K-W 22 Ἀναφλυστίου Bl., quod cum vestigiis congruit 23 μᾶλλον J. B. Mayor 24 hic incipit volumen alterum, quare in summa pagina scripta est littera B ἤ ην δ(ε) bis male scriptum L*, melius superscr. L4) [*](p. 31,18 AiiisT. Pol. B 7. 1267b1 καὶ καὶ τὸ πρῶτον μὲν ἱκανὸν διωβολία μόνον, ὃταν δ’ ἢδη τοῦτ’ ᾖ πάτριον, ἀεὶ δέονται τοῦ πλείονος, ἓως εἰς ἒπειρον ἒλθωσιν.) [*](8 Plut. Nic. 2 ἒνεστιν οὖν Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν Ἀριστοτέλης, ὃτι τρεῖς ἐγένοντο βέλτιστοι τῶν πολιτῶν καὶ πατρικὴν ἒχοντες εὒνοιαν καὶ φιλίαν πρὸς τὸν δῆμον, Νικίας δ Νικηράτου καὶ Θουκυδίδης ὁ Μελησίου καὶ Θηραμένης ὁ Ἄγνωνος· ἦττον δὲ οὖτος ἢ ἐκεῖνοι.) [*](23 ARIST. Pol. E 4. 1304 b 12 οἶον ἐπὶ τῶν τερρακοσίων τὸν δῆμον ἐξηπάτησαν, φάσκοντες τὸν βασιλέα χρήματα παρέξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, ψευσάμενοι δὲ κατέχειν ἐπειρῶντο τὴν πολιτείαν.)

33
τὸ ψήφισμα τοῦ Πυθοδώρου τοιόνδε· τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προυπαρχόντων [*](2) δέκα προβούλων ἂλλους εἲκοσι ἐκ τῶν ὑπὲρ τετταράκοντα ἓτη [*](p. 12) γεγονότων, οἳτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃν ἡγῶνται βέλτιστα εἶναι τῇ πόλει συγγράψουσι περὶ τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἂλλων τῷ βουλουένῳ γράφειν, ἳν’ ἐξ ἁπάντων αἱρῶνται τὸ ἂριστον. Κλειτοφῶν [*](3) δὲ τὰ μὲν ἂλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζητῆσαι δὲ τοὺς αἰρεθέντας ἒγραψεν καὶ τοὺς πατρίους νόμους οὓς Κλεισθένης ἒθηκεν ὃτε καθίστη τὴν δημοκρατίαν, ὃπως > ἀκούσαντες καὶ τούτων βουλεύσωνται τὸ ἂριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους πολιτείαν τῇ Σόλωνος. οἱ δ’ αίρεθέντες πρῶτον μὲν ἒγραψαν ἐπάναγκες [*](4) εἶναι τοὺς πρυτάνεις ἃπαντα τὰ λεγόυενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἒπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαλλελίας καὶ τὰς προσκλήσεις ἐνεπῖλον, ὃπως ἂν οἱ ὀθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων· ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆτια ἢ ἐἰσάγῃ εἰς δικαστήριον, ἒνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς στρατηγούς, τοὺς δὲ δτρατηγοὺς παραδοῦναι τοῖς ἓνδεκα θανάτῳ ζημιῶσαι. μετὰ δὲ [*](5) ταῦτα τὴν πολιτείαν διέταξαν τόνδε <τὸν> τρόπον· τὰ μὲν χρήματα προσιόντα μὴ ἐξεῖναι ἂλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ’ ἀρχὰς ἀμίσθους ἂρχειν ἁπάσας ἓως ἂν ὁ πόλεμος ᾖ, πλήν τῶν ἐννέα ἀρχόντων καὶ τῶν πρυτάνεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖε ὀβολοὺς ἓκαστον τῆς ἡμέρας. τὴν δ’ ἂλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν μὴ ἒλαττον ἢ πεντακισχιλίοις, ἓως ἃν ὁ πόλευος ᾖ· κυρίους δ’ εἶναι τούτους καὶ συνθήκας συντίθεσθαι πρὸς οὓς ἂν ἐθέλωσιν· ἑλέσθαι δὲ καὶ τῆς φυλῆς ἑκάστης δέκα ἂνθρας ὐπὲρ τετταράκοντα ἒτη γεγονότας, οἳτινες καταλέξουσι τοὺς πεντακισχιλίους ὀμόσαντες καθ’ ἱερῶν τελείων.

[*](1 του] το Bl, K-W3 8 ἂν add. K-W; cf. Meisterhans3, p. 12 254 12 π(αρα)- γραφας L*, π(αρα) deL et ante νομων suprascr. L4? προκλησεις L, corr. BI, Wyse 14. 15 η εις δικ. L 21 πασιν L, corr. Newman, cett. 22. 23 ἢ πεντακισκιλίοις ita L*, ων suprascr. L4, qui fortasse ἢ non vidisset; hoc tamen recipiunt ἢ deleto) K-W, BP 24 τιθεσθ(αι) L*, συν suprascr. L1 δ(ε) κ(αι) L; δ’ ἐκ Herwerden (H-L, Bl, S, K-W3); καί, i. e. hos novos insuper magistratus fieri)[*](1 THUC. VIII 67 πρῶτον τὸν δῆμον ξυλλέξαντες εἶπον γνώμην δέκα ἂνδρας ἑλέσθαι ξυγγραφέας αὐτοκράτορας, τούτους δὲ ξυγγράψαντας γνώμην εἰσενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητήν, καθ’ ὃ τι ἂριστα ἡ πόλις οἰκήσεται. ἒπειτα, ἐπειδὴ ἡ ἡμέρα ἐφῆκε, ξυνέ κλῃσαν τὴν ἐκκλησίαν ἐς τὸν Κολωνόν . . . . . καὶ εἰσήνεγκαν οἱ ξυγγραφῆς ἂλλο μὲν οὐδέν, αὐτὸ δὲ τοῦτο, ἐξεῖναι μὲν Ἀθηναίων * ἀνειπεῖν γνώμην ἣν ἂν τις βούληται· ἢν δέ τις τὸν εἰπόντα ἢ γράψηται παρανόμων ἢ ἂλλῳ τῳ τρόπῳ βλάψῃ, μεγάλας ζημίας ἐπέθεσαν. ἐναῦδα δὴ λαμπρῶς ἐλέγετο ἢδη μήτε ἀρχὴν ἂρχειν μηδεμίαν ἒτι ἐκ τοῦ αὐτοῦ κόσμου μήτε μισθοφορεῖν, προέδρους τε ἐλέσθαι πέντε ἂνδρας, τούτους δὲ ἐλέσθαι ἐκατὸν ἂνδρας, καὶ τῶν ἑκατὸν ἓκαστον πρὸς ἑαυτὸν τρεῖς· ἐλθόντας δὲ αὐτοὺς τετρακοσίους ὂντας ἐς τὸ βουλευτήριον, ἂρχειν ὃπῃ ἂν ἂριστα γιγνώσκωσιν αὐτοκράτορας, καὶ τοὺς πεντακισχιλίους δὲ ξυλλέγειν ὁπόταν αὐτοῖς δοκῇ.)[*](2 SchoL Arist. Lysistr. 421 (RL; exscr. Suid. s. v. πρόβουλοι) πρόβουλοι πρὸς τοῖς οὖσι δέκα(πρὸς τοῖσδε omisso οὖσι RL; πρὸς τοῖς οὖσι Suid.; corr. H. Valesius) ῄρέθησαν ἂλλοι κݲ, εἰσηγησόμενοι τὰ δοκοῦντα βέλτιστα τῇ πολιτείᾳ μετὰ τὴν ὲν τῇ Σικελίᾳ συμφοράν.)
34

XXX οἱ μὲν οὖν αἱρεθέντες ταῦτα συνέγραψαν. κυρωθέντων δὲ [*](p. 12) τούτων εἳλοντο σφῶν αὐτῶν οἱ πεντακισχίλιοι τοὺς ἀναλράψοντας τὴν πολιτείαν ἑκατὸν ἂνδρας. οἱ δ’ αἱρεθέντες ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε. βουλεύειν μὲν κατ’ ἐνιαυτὸν τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγονότας ἂνευ [*](2) μισθοφορᾶς· τούτων δ’ εἶναι τοὺς στρατηγοὺς καὶ τοὺς ἐννέα ἂρχοντας καὶ τὸν ἱερομνήμονα καὶ τοὺς ταξιάρχους καὶ ἱππάρχους καὶ φυλάρχους καὶ ἂρχοντας εἰς τὰ φρούρια κκὶ ταμίας τῶν ἱερῶν χρημάτων τῇ θε[ῷ] καὶ τοῖς ἂλλοις θεοῖς δέκα καὶ ἑλληνταμίας καὶ τῶν ἂλλων ὁσίων χρημάτων ἁπάντων εἲκοσιν οἳ διαχειριοῦσιν καὶ ἱεροποιοὺς καὶ ἐπιμελητὰς δέκα ἑκατέρους· αἱρεῖσθαι δὲ πάντας τούτους ἑκ προκρίτων, ἐκ τῶν ἀεὶ βουλευόντων πλείους προκρίνοντας, τὰς δ’ ἂλλας ἀρχὰς ἁπάσας κληρωτὰς εἶναι καὶ μὴ ἐκ τῆς βουλῆς· τοὺς δὲ ἑλληνοταμίας οἳ ἂν διαχειρίζωσι τὰ χρήματα μὴ συμβουλεύειν. βουλὰς δὲ ποιῆσαι τέτταρας ἐκ τῆς ἡλικίας τῆς εἰρημένης [*](3) εἰς τὸν λοιπὸν χρόνον, καὶ τούτων τὸ λαχὸν μέρος βουλευειν, νεῖμαι δὲ καὶ τοὺς ἂλλους πρὸς τὴν λῆξιν ἐκάστην· τοὺς δ’ ἑκατὸν ἂνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἂλλους τέτταρα μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι, καὶ εἰς ἐνιαυτὸν βουλεύειν. < βουλεύεσθαι> δὲ ᾖ ἂν δοκῇ αὐτοῖς ἂριστα [*](4) ἓξειν περί τε τῶν χρημάτων, ὃπως ἂν δῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἂλλων ὡς ἂν δύνωνται ἂριστα· κἂν τι δέλωσιν βουλεύσασθαι μετὰ πλειόνων, ἐπεισκαλεῖν ἓκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας· τὰς δ’ ἓδρας ποιεῖν τῆς βουλῆς κατὰ πενθήμερον, ἐὰν μὴ δέωνται πλείονων. κληροῦν δὲ τὴν βουλὴν τοὺς ἐννέα ἂρχοντας, τὰς δὲ χειροτονίας κρίνειν πέντε τοὺς λαχόντας ἐκ τῆς βουλῆς, καὶ ἐκ τουτων ἓνα κληροῦσθαι καθ’ ἑκάστην ἡμέραν τὸν ἐπιχηφιοῦντα. κληροῦν δὲ τοὺς [*](5) λαχόντας τέντε τοὺς ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν ἱερῶν, δεύτερον δὲ κήρὒξιν, τρίτον πρεσβείαις, τέταρτον τῶν ἂλλων· τὰ δὲ τοῦ πολέμου ὃταν δέῃ ἀκληρωτὶ προσαγαλόντας τοὺς στρατηγοὺς χρηματίζεσθαι. τὸν δὲ μὴ ἰόντα εἰς τὸ βουλευτήριον τῶν βουλευόντων τὴν [*](6) ὣραν τὴν προρρηθεῖσαν ὀφείλειν δραχμὴν τῆς ἡμέρας ἑκαστης, ἐὰν μὴ εὑρισκόμενος ἂφεσιν τῆς βουλῆς ἀπῇ.