Res Publica Atheniensium
Aristotle
Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
XXII. τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο [*](1) ἡ πολιτεία· καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, και[ν]οὺς δ᾿ ἂλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ πλήθους, ἐν οἰς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος. πρῶτον [*](2) μὲν οὖν ἒτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν ἐφ᾿ Ἑρμοκρέοντος ἂρχοντος τῇ βουλῇ τοῖς πεντακοσίοις τὸν ὃρκον ἐποίησαν ὃν ἒτι καὶ νῦν [*](1 Ἀθηναῖοι] hic incipit frag. Berol. IIa 3 επιμελιαν L, ειαν B 5 ἒτι] ita L (non εν, quod legit Bl, sed ν non posset esse nisi formae ABBREV, in hac papyro non usitatae); εν B (Bl., K-W) 6 φατριας L, φρα- B 7 εποιησαν L*, corr. L1 επωνυμους B, επωνυμ . . ς L 11 χρασθαι B καινους K-W; και[ B 13 Ερμου|- κρεοντος L, corr. K-W, cett.) [*](2 Schol. Ar. Nub. 37 (dett. Ald.) ad verba δάκνει με δήμαρχός τις] . . . . . Ἀριστοτέλης δὲ Κλεισθένους φησὶ “κατέστησε καὶ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις (ναυκλάροις Ald.). καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκλαρίων Ald.) ἐποίησεν.” οἱ πρότερον ναύκραροι (ναύκλαροι Ald.) εἲτε ὑπὸ κατασταθέντες εἲτε καὶ πρότερον. οὖτοι δὲ τὴν πομπὴν τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκράρων (ναυκλάρων Ald.). Harp. s. v. ναυκραρικά: Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ “κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις δημίους ἀντὶ τῶν ναυκράρων ἐποίησαν.” Cf. Phot. ναυκραρία, Hes. ναὺκλαροι (supra test. ad 9,15). Harp. δήμαρχος: . . . . . τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. Hesych. δήυμαρχοι: οἱ οἱ πρότερον καλούμενοι ναύκραροι.) [*](4 Et. gen. (ex Photio) [exscr. Symeo et Et. M. 327,32] Ἐλεεῖς: δῆμος τῆς Ἀττικῆς. ὠνόμασται δὲ ἀπὸ τοῦ ἐν αὐτῷ ἓλους. ἑλώδης γὰρ ὁ τόπος. οἱ γὰρ δῆμοι τῶν Ἀθηναίων ἢ ἀπὸ τόπων ἢ ἀπὸ τὼν παρακειμένων αὐτοῖς ἢ ἀπὸ τῶν ἐν αὐτοῖς φυτῶν ἢ ἀπὸ τῶν ἐν αὐτοῖς χειροτεχνῶν ἢ ἀπὸ τῶν οἰκησάντων ἀνδρῶν ἢ γυναικῶν.) [*](7 Ad glossam Lex. Bekk. quinti (BA 245,17 ἐπώνυμοι: ἂρχοντες δισσοί εἰσιν, οἱ μὲν τεσσαράκοντας δύο τῶν ἡλικιῶν, οἱ δὲ δέκα τὸν ἀριθμόν, ἀφ’ ὦν αἱ φυλαὶ προσηγορεύθησαν) oiim pleniorem redeunt quae habent et (ex Photio) Et. gen. (descr. Et. Μ. 369,15) . . . . . ἐπώνυμοι διττοί δἰσιν οὖτοι, οἱ μὲν λεγόμενοι τῶν ἡλικιῶν, καὶ εἰσὶ δύο καὶ τεσσαράκοντα, οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι, οἱ δὲ δέκα, ἀφ᾿ ὦν αἱ φυλαὶ προσηγορεύθησαν, οἶον Ἐρεχθεύς, Αἰγεύς, Πανδίων, Λεώς, Ἀκάμας (Ἀλκμὰς Et. gen., Ἀλμᾶς Et. Μ.), Κέκροψ, Ἰπποδόων, Αἲας, Ἀντίοχος. ταῦτα δὲ τὰ δέκα ὀνόματα ἀπὸ ρݲ ὁ ἂπορα ὁ Et. Πύδιος εἳλετο Κλεισθένης (leg. Κλεισθένους) οὓτων διαταξάμενος (leg. διαταξαμένου) τὸ πᾶν πλῆθος εἰς δέκα ξυλάς, et Lex. Patm. Ρ. 15: ἐπώνμοι δέκα, ἀφ᾿ ὦν ἐκλήθησαν αἰ φυλάὶ τοῦ θεοῦ τοῦτο χρήσαντος. ἮΣΑΝ δὲ οὖτοι· Ερεχθεύς, Α'ιγεύς, Αργώδων (sic!), Λεώς, Ακάμας, Οἰνεύς, Κέκροψ, Ἱππόθων, Ἀντίοχος, Αἲας. τούτους γὰρ ἐξ ὀνομάτων ἑκατὸν ὁ θεὸς ἐξελέξατο. cf. Harp. ἐπώνυμοι (Phot.I Suid.I).)
XXIII. τότε μὲν οὖν μέχρι τοῦτου προῆλθεν ἡ πόλις ἃμα τῇ δημοκρατίᾳ [*](1) κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἲσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ δῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία. τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι καὶ κηρυξάντων σῴ[ζ]ειν εκαστον ἑαυτόν, πορίσασα δραχυὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν τἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ [*](2) ἐπολιτεύδθησαν Ἀθηναῖοι καλῶς [καὶ] κατὰ τούτους τοὺς καιρούς. γὰρ αὐτοῖοῖς περὶ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς δαλάττης ἡγεμονίαν λαβεῖν ἀκόντων Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους [*](3) τοὺς καιροὺς Ἀρτστείδης ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὸ πολέμια δοκῶν <ἀσκεῖν>, ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ᾿ ἑαυτὸν διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμ- βόύλῳ. τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ κοινῇ διῴκησαν, καίπερ [*](4) διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν διὸ καὶ τοὺς φόρους [*](5) οὖτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους ἒτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐπὶ Τιμοσθένους ἂρχοντος, καὶ τοὺς ὃρκους ὢμοσεν τοῖς [*](2 τετάρτῳ] τρίτῳ K-W, Bl., cf. Plut. Ar. 8 3 υψηχιδου L*, ι supra η scr. L1 4 ατρατικν L εντὸς] ἐκτὸς Wyse, Sandys, (cf. Philochor. fr. 79b μὴ ἐπιβαίνοντα ἐντὸς πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου); μὴ ante κατοικεῖν ins. Eaibel, BI.; textum retinent K-W, H-L 10 δωζειν L ut vid. 12 αὐτῶης] αυτ(ην) L, corr. Bl. (K-W3); αὐτῇ του ἀξιώματος J. E. B. Mayor, K-W1, S 14 κ(ατα) L*, πε[ρι] suprascr. L4; περὶ τὸν χρόνον τοῦτον del. K-W 16 ακοντ(ων) λακ. L, non ακοντων των λακ., ut antehac ab om- nibus lectum est 18 δοκῶν ἀσκεῖν] aaxtuv L1, δοκῶν Richards, K-W, al. πολιτικὰ πολεμικα L κ(αι) om. L*, suprascr. L1 20 ανωικοδομησιν L 21 22 δυμμαχίας κ(αι) τ(ην) τ(ων) λακ. σ(υμ)μαχιαν L, corr. BI., al. 23 τοὺς Λάκωνας om. L*, suprascr. L1 24 μετὰ] δ(ια) L*, corr. L1) [*](7 ARIST. PoI. E 4. 1304a17 μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εὶς πολιτείαν ἐκ τοῦ εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πόλεως, οἰον ἡ ἑν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἒδοξε αυντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὂχλος γενόμενος αἲτιος τῆς περὶ Σαλαμῖνα νίκης καὶ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν.) [*](9 Plut. Them. 10 οὐκ ὂντων δέ δημοσίων χρήμάτων τοῖς Ἀθηναίοις Ἀριστοελης μέν φησι τὴν ἐξ Ἀρείου βουλὴν πορίσασαν ὀκτῶ δραχμὰς ἑκάστῳ τῶν στρατευομένων αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριήρεις, Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θεμιστοκλέους ποιεῖται στρατήγημα.)
XXIV. μετὰ δὲ ταῦτα δαρρούσης ἢδη τῆς τόλεως καὶ χρημάτων [*](1) ἠθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἂστει· τροφὴν γὰρ ἒσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ δρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὓτων κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες [*](2) τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν χίων Ταὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐωντες τάς τε πολιτείας παρ᾿ αὐτοῖς καὶ ἂρχειν ὦν ἒτυχον ἂρχοντες. κατέστησαν δὲ [*](3) καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὣστερ Ἀριστείδης εἰσηγήσατο. συνβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἂνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρὶων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ νݲ ἀρχαὶ δ᾿ ἒνδημοι μὲν εἰς ἑπτακοσίους ἂνδρας, δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὓστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἲκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἂγουσαι τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους ἂνδρας, ἒτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἃπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.