Res Publica Atheniensium
Aristotle
Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον [*](1) τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος, [*](2) ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει [*](3) δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ [*](4) συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ [*](5) δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ [*](2 παρειλε L (non παρειλετο); hoc e coni. leg. Bl. propter rhythmos; est alibi mediae vocis, sed cf. p. 28,29 et p. 29,9 (ante corr.) 4 κ(αὶ) χρ(όνον) προσηγόρευεν] lectio valde incerta; litt. ultimae possunt etiam ασεν esse. δ᾿ ἔστεγεν Wn., quod non credo κατακουειν plane L; διακούειν Wn., (K - W3) 6 διετρειβε L ανεθοντες L*, θ del. L1 οἱ om. L*, suprascr. L1 τουτ(ων) L, Rutherford, τοῦτο K-W. sequitur littera Δ in L, deleta 7 κατακλείσαντες] κληισαντες L, sed cf. p. 23, L 30,8. et Meisterhans 3, pp. 36—38. παρακλῄσαντες Wn., συγ- ego antea 9 ὡς οὐ χρὴ] haec legit Wn., fortasse recte 10. 11 αὐτὸς ἐπι- Βl., al. 13 διωκει L*, ι superscr. L1 15 τοις bis scriptum L*, corr. L1 21 γινεσθαι L εξεργαζομενος L*, corr. L1 23 εξηει L) [*](2 cf. Polyaen. I 21,2 Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον, ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ᾿ ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.)
XVII. Πεισίστρατος μὲν οὗν ἐγκατεγήρασε τῇ ἀρχῇ καῖ ἀπέθανε [*](1) νοσήσας ἐπὶ θιλόνεω ἄρχοντος, ἀφ᾿ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη τριάκοντα καὶ τρία βιώσας, ἅ δ᾿ ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα εἴκοσι· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν <οἱ> φάσκοντες | [*](2) [*](2 post συμβῆναι habet π΄ (=προς) L*, corr. inter scribendum L1 τα aut τι L, vix το (Η-L, Bl., K-W) υμμητωι ut vid. L 4 εκελευεν L, corr. Fränkel 7 παρησιαν L 9 parhnqvxlei J. B. Mayor, al.; παρωχλει L 10 κλέα ἐθρύλλουν] lectio non certa, sed vestigiis satis apta 12 διαδεξαμένων Ε.Bruhn, recte ut vid. 13 ἧν τῶν εἰρημένων legit et suppl. Wn. 14 ἐβούλετο Bl., Wn. 17. 18 ἐν τῇἄρχῃ Bl., K-W, al. 18 ἀνελάμβανε Richards, K-W, al.; επελαμβανε L; ἀπελ- Wgse, al. 23 κατάστασιν om. L, suppl. dubitanter K-W 24 ἐστὶ καὶ] ita (/κ΄) L, ut vid.; καὶ solum leg. Bl. et Wn.; κατὰ τὰ Κ-W 26 ενκατεγηρασε L 29 εφυγεν L, ut vid., corr. J. B. Mayor, al. ληρουσι L; οἱ add. K-W H-L, al) [*](15 Arist. Pol. E 12. 1315b21 φασὶ καὶ Πεισίστρατον ὑπμεῖναί ποτε προσκληθέντα δίκην εἰς Ἄρειον πάγον.) [*](26 Arist. Pol. E 12. 1315b29 τρίτη δ᾿ ἡ τῶν Πεισιστρατιδῶν Ἀθήνησιν, οὐκ ἐγένετο δὲ συνεκής. δὶς γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν, ὥστ᾿ ἐν ἔτεσι τριάκοντα καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννευσεν, ὀκτωκαίδεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα καὶ πέντε.)
XVIII. ἦσαν κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππρχος καὶ Ἰππίας, πρεσβύτερος δέ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἒμφρων ἐπεστάτει τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν (καὶ τοὺς περὶ Ἀνακπέοντα καὶ καὶ τοὺς ἂλλους ποιητὰς οὖτος ὁ μεταπεμπόμενος), Θέτταλος δὲ νεώτερος [*](2) πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστὴς, ἀφ᾿ οὖ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἀρμοδίου καὶ διαμαρτὰωνω τῆς πρὸς αὐτὸν φιλίας οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾿ ἒν τε τοῖς ἂλλοις ἐνεσημαίνετο πιχρῶς καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὂντα, ὃθεν συνέβη παβοξυνθέντα τὸν Ἁρμόσιον καὶ τὸν Ἀρισογείτονα πράττειν τὴν πρᾶξιν μετεχοντων πολλῶν. ἢδη δὲ παρατηροῦντες ὲν ἀκροπόλει [*](3) τοῖς Παναθηναίοις Ἰππίαν (ἐτύγχανεν γὰρ οὖτος μὲν [δ]εχόμενος, Ιππαρχος ἀποστέλλων τὴν πομπὴν), ἰδόντες τινἀ τῶν κοινωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλύμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες [*](2 σαλαμεινος L 4 προαγαγοντες L, corr. Bl., al. 8 ονομ (i. e. ὂνομα) L, ὂνομ᾿ Bl., K-W 13 με) τῶν] τ(ων) μ(εν) L, corr. BL, al.) [*](7 Plut. Cat. mai. 24 ταὺτην δὲ τὴν γνώμην πρότερον εὶπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιλήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίσα Τιμώνασσαν, ἐξ ἦς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.) [*](24 sqq. Thuc. VI 56 ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες, ἀσφαλείας ἒνεκα. ib. 57 καὶ ὠς ἐπῆλθεν ἡ ἐορτὴ, Ἰππίας μὲν ἒξω ἐν τῷ Κεραμεικῷ καλυμένῳ μετὰ τῶν δορυφόρων διεκοσμει, ὡς ἓκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι. I 20 ὑποτοπήσαντες δέ τι ἐκείνη τῇ ἠμέρᾳ παρχρῆμα Ἀρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σξίσιν Ἱππίᾳ μεμηνῦσθαι, τοῦ μὲν ἀπέσχοντο ὠς προειδότος, βουλομενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόριον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν. VI 57 τὸν λυπήσαντα οὖν σφᾶς, καὶ δι' ὂνπερ πάντα ἐκινδύνευον, ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὣσπερ εἶχον ὣρμησαν εἲσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόριον καλούμενον, εὐθὺς δ᾿ . . . ἒτυπτον καὶ ἁποκτείνουσιν αὐτόν. ib. 58 ἀλλελθέντος δὲ Ἰππίᾳ ἐς τὸν Κεραμεικὸν . . ἐπὶ τοὺς πομπέας τοὺς ὁπλίτας . . . ε0·80̀; ΙχώΡησε Αι . . . ἐΆε0σεΥ αὸvο9́:, Μα: τι χωΜ oTreXOetv ἐ: o6t6 Μ tdiv ottXcov. xai ol μὶΥ ἀΜώΡησαv, οἰόμεΑι tt ἐΡεῖv αὸτόr ὸ ὸὶ toT; ἐmΑ)Ρὁ̓̀ ?Ράσa: τἀ ὁπlα u;:o- λαβεὶΥ, ΜἐΝο εu̓Μ; o?»; έΜrηιᾶτο xal Η τι; εu̔Ρἐ9η ἐΤΠ̓ιΡωιοv ξχωΥ· μετὰ ΤàΡ όσ:Ι6o; xol 50́Ρατο; Μ́σα- τὰ; :ιομ:ὰ-- πὁεῖw)