Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

X. ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς [*](1) νομοθεσίας ποιῆσαι τὴν τῶν χ[ρ]εῶν [ἀπο]κοπὴν καὶ μετὰ ταῦτα τήν τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος αὔξησιν. ἐπ᾿ ἐκείνου [*](2) γὰρ ἐγένετο καὶ τὰ μέτρα μείζω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ πρότερον ἔχ[ο]υσα [σ]ταθμὸν ἑβδομήκοντα δραχμὰς ἀνεπληρώθη ταῖς ἑκατόν. | ἦν [*](p.4) δ᾿ ό ἀρχαῖος χαρακτὴρ δίδραχμον. ἐποίησε δὲ καὶ σταθμὰ πρὸς τ[ὸ] νόμισμα τ[ρ]εῖς καὶ ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιενεμήθησαν αί τ]ρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ὄλλοις σταθμοῖς.

XI. διατάξας δὲ τῆν πολιτείαν ὅντπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες [*](1) αὐτῷ περὶ τῶν νόμων ἐνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾿ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο σατο κατ’ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, ε[ἰπ]ὼν ὡς οὐχ ἥ]ξει δέκα ἐτῶν· οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾿ ἕκαστον τὰ γεγραμμένα ποιεῖν. ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων [*](2) διαφόρους γεγενῆσθαι πολλοὐς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν. ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾿ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν ἢ μ[ικ]ρ[ὸ]ν παραλλάξ[ειν]. <ὁ δὲ> Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ᾿ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι, σώσας σώσας πατρίδα καὶ τὰ βέ[λτι]στα νομοθετήσας.

[*](1 γινεται L 3 γινεσθαι L 6 περιλαβειν καθολου L*, corr. inter scribendum L1)[*](7 γινομενων L 10 Ποιῆσαι potius quain ποιήσας (Wn., K-W3) habere videtur L; neque καὶ, quod se dispexisse putat Wn. (del. K - W3) videre possum 13 ἔχουσα recte Wn. σταθμὸν Diels 19 κεινειν L 20 εἴπων ὡς οὐκ ἥξει Wessely et Bl.)[*](24 . . σαν ταξιν L* ι. σαν Diels, Wn., ουσαν ego antea, νέαν coni. Diels), καταστασιν suprascr. L1 25 ωετο L 26 εἰς secl. K - W 1.3, ἢ K - W2, BI. 3 παραλλαξ[ειν] Σολων legit Wn., quod vestigiis foitasse aptari potest; ο δ΄ suprasrriptum fuisse coni. idem 27 ηβουλετο L (K-W, Bl.); cf. Meisterhans 3, Ρ. 169 28 απεχθεσθηναι L, ἀπεχθέσθαι Wyse, cett., ἀπεχθάνεσθαι Aristides (v. testim.))[*](1 Arist. Pol. Γ 11. 1282 b 2 δεῖ τοὺς νόμους εἶναι κυρίους κειμένους ὀρθῶς, τὸν ἄρχοντα δέ, ἄν τε εἶς ἄν τε πλείους ὧσι, περὶ τόυτων εἶναι κυρίους περὶ ὅσων ἐξαδυνατοῦσιν οἱ νόμοτ λέγειν ἀκριβῶς διὰ τὸ μὴ ῥᾴδιον εἶναι καθόλου διορίσαι περὶ πάντων.)[*](27 Aristid. II 360 Di. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεγθάνεσθαι μᾶλλον αμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου. καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δ᾿ οὐκ ἔδωκεν ἐβούλετο, ἔστη δ ’ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα.)
12

XII. ταῦτα δ᾿ ὅτι τοῦτον <τὸν> τρόπον ἔσχεν οἵ τ᾿ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιἠσει μέμανηται περὶ αὐτῶν ἐν τοῖσδε· [*](p. 4)

  • δήμῳ μὲν γ]ρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖ,
  • τιμῆς οὔτ᾿ ἀφελὼν οὔτ᾿ ἐπορεφάμενος·
  • οἵ δ᾿ εἷχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί,
  • καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν.
  • ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,
  • νικᾶν δ᾿ οὐκ εἴασ᾿ οὐδετέρους ἀδίκως.
  • πάλιν δ᾿ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· [*](2)
  • δῆμος δ᾿ ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
  • μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
  • τίκτει γὰρ κόρος ὕβριν, ὄταν πολὺς ὄλβος ἕπηται
  • ἀνθρώποισιν ὄσοις μὴ νόος ἄρτιος ᾖ.
  • καὶ πάλιν δ᾿ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων·[*](3)
  • οἵδ᾿ ἐφ᾿ ἁρπαγαῖσιν ἧλθον, ἐλπίδ᾿ εἷχον ἀφνεὰν
  • κἀδόκους ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,
  • καί με κωτίλοντα λείως τραχὺν ἐκφανεῖν νόον·
  • χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι
  • λοξ[ὸν ὀ]φθαλμοῖσ᾿ ὁρῶσι πάντες ὥστε δήιον.
  • οὐ χρεών· ἅ μὲν γὰρ εἷπα σὺν θεοῖσιν ἤνυσα,
  • ἄ[λλ]α δ᾿ ο[ὑ] μάτην ἔερδον, οὐδέ μοι τυραννίδος
  • ἁνδάνει βίᾳ τι [ῥέζ]ειν, οὐδὲ πιεί[ρ]ας χθονὸς
  • πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
  • [*](3 δημοι L γέρας] κράτος Plut. (vid. test.) 4. 5 aporejamenow osoi L, corr. sec. Plut. 11 λίην Plut. βιαζόμενος] πειζόμενος Plut. 12 πολὺς] κακῷ Theogins (vid. test.) 13 ἀνθρώπῳ καὶ ὁτῳ Theogn.) [*](3 Plut. Sol. 18 ἐπισημαίνεται δ᾿ αὐτῷ τὴν ἀξίωσιν οοὑτως· “δήμῳ μὲν γὰρ ἔδωκα τόσον κράτος ὅσσον ἐπαρκεὶ, | τιμῆς οὔτ᾿ ἀφελὼν οὐτ᾿ ἐπορεξάμενος· |οἵ δ᾿ εἴχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί, | καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἄχειν. | ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισιν· | νικᾶν δ᾿ οὐκ ειασ᾿ οὐδετέρους ἀδίκως.”) [*](10 Plut. comp. Sol. et Popl. 2 καὶ τοῦτο δ᾿ ἔοικε πρότερος ὁ Σόλων ὅτι δῆμος “ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο | μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.”) [*](12 cf. Theogn. 153 τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ὅλβος ἕπηται | ἀνθρώπῳ καὶ ὅτῳ μὴ νόος ἄρτος ᾖ.) [*](18 Plut. Sol. 16 ὅτι δ᾿ οὗν προσέκρουσε τοῖς πλείστοις, ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς “χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι |λοφὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον.”) [*](21 sqq. Aristid. Or. 28, 137 II 185 Keil ὁ δὲ δῆ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκε ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἀκεῖνος εἰς αὑτὸν καὶ ἑαυτοῦ πολιτείαν, ἐν ῷ ἄλλα τε δὴ λέγει καὶ ταῦτα “ἄ μὲν γὰρ ἄελπτα σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ᾿ οὐ μάτην ἕρδον”. ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις, ἐν δὲ τοῖς ἰάμβοις· “συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου | μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων | ἄριστα, γῆ μέλαινα, ἧς ἐγώ ποτε | ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. | πολοπὺς δ᾿ Ἀθήνας πατρίδ᾿ εἰς θεόκτιτον (θεόκτιστον ASU) | ἀνήγαγον πρα-)
    13
    [πάλιν] δὲ καὶ περὶ τῆς ἀρ[οκ]οπῆς τῶν χ[ρε]ῶν καὶ τῶν δουλευόντων μὲv πρότερον ἐλυθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· [*](p. 4)
  • ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξ[υ]νήγαγον
  • δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
  • συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου
  • μήτηο μεγίστη δαιμόνων Ὀλυμπίων
  • ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
  • ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότα[ς],
  • πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
  • πολλοὺς δ᾿ Ἀθήνας. πατρίδ᾿ εἰδ θεόκτιτον,
  • ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,
  • ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὑπὸ
  • χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν
  • ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους,
  • τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλίην ἀεικέα
  • ἔχοντας, ἤθη δεσποτῶν τρομευμέν[ους],
  • ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
  • νόμου, βίαν τε καὶ δίκην συναρμόσας,
  • ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχ[ό] μην.
  • θεσμούς θ᾿ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,
  • εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,
  • ἔγραψα. κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβών,
  • [*](1 πάλιν] lectio incerta, sed haec vestigiis non incongruens est; potest etaim littera ultima ς esse. ....ει legit Wn., sed dubito ἀποκοπῆς τῶν χρεῶν legit et supplevit Wessely. ab αποκοπης (ut vid.) incipit frag. Berol. I a [B] 3 οὔνεκα φυνήγαγον Platt, H-L, al. 4 δῆμον κτλ.] ita interpunxit Jebb (S., al.) ἐπαυσάμην -σαμαν Β 5 συμμαρτυροιην Β 6 ολυμπιων] ολ ηαβετ Β (L deficit) 10 θεοκτιστον L 11 ανηγαγον] ανη habet B 14 πλανωμενους] πλαν.... ους L, ... νωμενους B 17.18 κρατεεινομου L, κπατημου Β, κρατει (al. -η) ομου Aristides (K-W, Bl.) 19 υπισχομην L 20 uesmon B θ᾿] τε L*, θ suprascr. L1; δ᾿ (?) Β (K-w Bl θέντας, ἄλλον ἐκδίκως, | ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὕπο | χρησμὸν λέγοντας γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν | ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους, τοὺς δ᾿ ἐνθάδ᾿ δουλείης ἀεικέα | ἕχοντας ἤδη δεσποτῶν τρομευμένους | ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει | ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας | ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην. | θεσμοὺς τῷ κακῷ τε κἀγαθῷ | εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην | ἔγραψα. κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβὼν | κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ | οὐκ ἄν κατέσχε δῆμον.”) [*](7 sqq. Plut. Sol. 15: σεμνύνεται γὰρ Σόλων ἐν τούτοις, ὅτι τῆς τε προϋποκειμένης γῆς “ὅρους ἀνεῖλε πολλαχῇ πεπληότας | πρόσθεν δὲ δουλεύουσα νῦν ἐλευθέρα,” καὶ τῶν ἀγωγίμων πρὸς ἀργύριον γεγονότων πολιτῶν, τοὺς μὲν ἀνήγαγεν ἀπὸ “γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν | ἱέντας ὡς ἄν πολλαχῇ πλανωμένους· | τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλείην ἀεικέα | ἔχοντας” ἐλευθέρους φησὶ ποιῆσαι.) [*](18 Plut. Sol. 15 ἄ δὲ καὶ λέγων ἤλπιζε πειθομένοις καὶ προσάγων ἀνάγκην ὑπομένουσι χρήσασθαι, ταῦτ᾿ ἔπραττεν, ὥς φησιν αὐτός, “ὁμοῦ βίην τε καὶ δίκην συναρμόσας.”)
    14
  • [κ]ακοφραδής τε ἰαὶ φιλοκτήμων ἀνήρ,
  • [*](p.4)
  • οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελον
  • ὅ τοῖς ἐναντίο[ισι]ν ἥνδανεν τότε,
  • αὖθις δ᾿ ἃ τοῖσιν οὕτεροι φρασαίατο,
  • πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχηρώθη πόλις.
  • τῶν οὕνεκ᾿ ἀλκὴν πάντοθεν ποιούμενος
  • ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
  • καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· [*](5)
  • δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,
  • ἃ νῦν ἔχουσιν οὔποτ᾿ ὀφθαλμοῖσιν ἂν
  • εὕδοντες εἶδον.
  • ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες
  • αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο·
  • εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν,
  • οὐκ ἂν κατέσχε δῆμον οὐδ᾿ ἐπαύσατο,
  • πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. |
  • ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ
  • [*](p. 5)
  • ορος κατεστην.